Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) (117 page)

BOOK: Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)
13.85Mb size Format: txt, pdf, ePub

ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποις
550
τῶν νῦν γυναικῶν Πηνελόπην, Παίδρας δ᾽ ἁπαξαπάσας.

Γυν

Α

ἀκούετ᾽ ὦ γυναῖκες οἷ᾽ εἴρηκεν ἡ πανοῦργος
ἡμᾶς ἁπάσας αὖθις αὖ.

Μνησίλοχος
καὶ νὴ Δί᾽ οὐδέπω γε
εἴρηχ᾽ ὅσα ξύνοιδ᾽: ἐπεὶ βούλεσθε πλείον᾽ εἴπω;

Γυν

Α

ἀλλ᾽ οὐκ ἂν ἔτ᾽ ἔχοις: ὅσα γὰρ ᾔδησθ᾽ ἐξέχεας ἅπαντα.

Μνησίλοχος

555
μὰ Δί᾽ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν.
ἐπεὶ τάδ᾽ οὐκ εἴρηχ᾽, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι
ἔπειτα σιφωνίζομεν τὸν οἶνον.

Γυν

Α
ἐπιτριβείης.

Μνησίλοχος

ὥς τ᾽ αὖ τὰ κρέ᾽ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι
ἔπειτα τὴν γαλῆν φαμεν —

Γυν

Α
τάλαιν᾽ ἐγώ: φλυαρεῖς.

Μνησίλοχος

560
οὐδ᾽ ὡς τὸν ἄνδρα τῷ πελέκει γυνὴ κατεσπόδησεν,
οὐκ εἶπον: οὐδ᾽ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρ᾽ ἔμηνεν,
οὐδ᾽ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτ᾽ —

Γυν

Α
ἐξόλοιο.

Μνησίλοχος

ἁχαρνικὴ τὸν πατέρα.

Γυν

Α
ταυτὶ δῆτ᾽ ἀνέκτ᾽ ἀκούειν;

Μνησίλοχος

565
οὐδ᾽ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ
τοῦθ᾽ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ.

Γυν

Α

οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί,
ἀλλ᾽ ἐκποκιῶ σου τὰς ποκάδας.

Μνησίλοχος
οὐ δὴ μὰ Δία σύ γ᾽ ἅψει.

Γυν

Α

καὶ μὴν ἰδού.

Μνησίλοχος
καὶ μὴν ἰδού.

Γυν

Α
λαβὲ θοἰμάτιον Φιλίστη.

Μνησίλοχος

πρόσθες μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν —

Γυν

Α
τί δράσεις;

Μνησίλοχος

570
τὸν σησαμοῦνθ᾽ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποιήσω.

Χορός

παύσασθε λοιδορούμεναι: καὶ γὰρ γυνή τις ἡμῖν
ἐσπουδακυῖα προστρέχει. πρὶν οὖν ὁμοῦ γενέσθαι,
σιγᾶθ᾽, ἵν᾽ αὐτῆς κοσμίως πυθώμεθ᾽ ἅττα λέξει.

Κλεισθένης

φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου:
575
ὅτι μὲν φίλος εἴμ᾽ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις:
γυναικομανῶ γὰρ προξενῶ θ᾽ ὑμῶν ἀεί.
καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα
ὀλίγῳ τι πρότερον κατ᾽ ἀγορὰν λαλούμενον,
ἥκω φράσων τοῦτ᾽ ἀγγελῶν θ᾽ ὑμῖν, ἵνα
580
σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ
ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα.

Χορός

τί δ᾽ ἔστιν ὦ παῖ; παῖδα γάρ σ᾽ εἰκὸς καλεῖν,
ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.

Κλεισθένης

Εὐριπίδην φάσ᾽ ἄνδρα κηδεστήν τινα
585
αὑτοῦ γέροντα δεῦρ᾽ ἀναπέμψαι τήμερον.

Χορός

πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;

Κλεισθένης

ἵν᾽ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,
ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.

Χορός

καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;

Κλεισθένης

590
ἀφηῦσεν αὐτὸν κἀπέτιλ᾽ Εὐριπίδης
καὶ τἄλλ᾽ ἅπανθ᾽ ὥσπερ γυναῖκ᾽ ἐσκεύασεν.

Μνησίλοχος

πείθεσθε τούτῳ ταῦτα; τίς δ᾽ οὕτως ἀνὴρ
ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;
οὐκ οἴομαι ‘γωγ᾽ ὦ πολυτιμήτω θεώ.

Κλεισθένης

595
ληρεῖς: ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν,
εἰ μὴ ‘πεπύσμην ταῦτα τῶν σάφ᾽ εἰδότων.

Χορός

τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.
ἀλλ᾽ ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν,
ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου
600
λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.
καὶ σὺ ξυνέξευρ᾽ αὐτόν, ὡς ἂν τὴν χάριν
ταύτην τε κἀκείνην ἔχῃς ὦ πρόξενε.

Κλεισθένης

φέρ᾽ ἴδω: τίς ἡ πρώτη σύ;

Μνησίλοχος
ποῖ τις τρέψεται;

Κλεισθένης

ζητητέαι γάρ ἐστε.

Μνησίλοχος
κακοδαίμων ἐγώ.

Γυν

Α

605
ἔμ᾽ ἥτις εἴμ᾽ ἤρου; Κλεωνύμου γυνή.

Κλεισθένης

γιγνώσκεθ᾽ ὑμεῖς ἥτις ἔσθ᾽ ἥδ᾽ ἡ γυνή;

Χορός

γιγνώσκομεν δῆτ᾽. ἀλλὰ τὰς ἄλλας ἄθρει.

Κλεισθένης

ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίον
ἔχουσα;

Γυν

Α
τίτθη νὴ Δί᾽ ἐμή.

Μνησίλοχος
διοίχομαι.

Κλεισθένης

610
αὕτη σὺ ποῖ στρέφει; μέν᾽ αὐτοῦ. τί τὸ κακόν;

Μνησίλοχος

ἔασον οὐρῆσαί μ᾽.

Κλεισθένης
ἀναίσχυντός τις εἶ.
σὺ δ᾽ οὖν ποίει τοῦτ᾽. ἀναμενῶ γὰρ ἐνθάδε.

Χορός

ἀνάμενε δῆτα καὶ σκόπει γ᾽ αὐτὴν σφόδρα:
μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν.

Κλεισθένης

615
πολύν γε χρόνον οὐρεῖς σύ.

Μνησίλοχος
νὴ Δί᾽ ὦ μέλε:
στραγγουριῶ γάρ: ἐχθὲς ἔφαγον κάρδαμα.

Κλεισθένης

τί καρδαμίζεις; οὐ βαδιεῖ δεῦρ᾽ ὡς ἐμέ;

Μνησίλοχος

τί δῆτά μ᾽ ἕλκεις ἀσθενοῦσαν;

Κλεισθένης
εἰπέ μοι,
τίς ἔστ᾽ ἀνήρ σοι;

Μνησίλοχος
τὸν ἐμὸν ἄνδρα πυνθάνει;
620
τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;

Κλεισθένης

τὸν δεῖνα; ποῖον;

Μνησίλοχος
ἔσθ᾽ ὁ δεῖν᾽, ὃς καί ποτε
τὸν δεῖνα τὸν τοῦ δεῖνα —

Κλεισθένης
ληρεῖν μοι δοκεῖς.
ἀνῆλθες ἤδη δεῦρο πρότερον;

Μνησίλοχος
νὴ Δία
ὁσέτη γε.

Κλεισθένης
καὶ τίς σοὐστὶ συσκηνήτρια;

Μνησίλοχος

625
ἡ δεῖν᾽ ἔμοιγ᾽.

Κλεισθένης
οἴμοι τάλας, οὐδὲν λέγεις.

Γυν

Α

ἄπελθ᾽. ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς
ἐκ τῶν ἱερῶν τῶν πέρυσι: σὺ δ᾽ ἀπόστηθί μοι,
ἵνα μὴ ‘πακούσῃς ὢν ἀνήρ. σὺ δ᾽ εἰπέ μοι
ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.

Μνησίλοχος

630
φέρ᾽ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν.

Γυν

Α

τί δὲ μετὰ τοῦτο δεύτερον;

Μνησίλοχος
προὐπίνομεν.

Γυν

Α

ταυτὶ μὲν ἤκουσάς τινος: τί δαὶ τρίτον;

Μνησίλοχος

σκάφιον Ξένυλλ᾽ ᾔτησεν: οὐ γὰρ ἦν ἀμίς.

Γυν

Α

οὐδὲν λέγεις. δεῦρ᾽ ἐλθὲ δεῦρ᾽ ὦ Κλείσθενες:
635
ὅδ᾽ ἐστὶν ἁνὴρ ὃν λέγεις.

Κλεισθένης
τί οὖν ποιῶ;

Γυν

Α

ἀπόδυσον αὐτόν: οὐδὲν ὑγιὲς γὰρ λέγει.

Μνησίλοχος

κἄπειτ᾽ ἀποδύσετ᾽ ἐννέα παίδων μητέρα;

Κλεισθένης

χάλα ταχέως τὸ στρόφιον ὦναίσχυντε σύ.

Γυν

Α

ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά:
640
καὶ νὴ Δία τιτθούς γ᾽ ὥσπερ ἡμεῖς οὐκ ἔχει.

Μνησίλοχος

στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.

Γυν

Α

νῦν: τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.

Κλεισθένης

ἀνίστασ᾽ ὀρθός. ποῖ τὸ πέος ὠθεῖς κάτω;

Γυν

Α

τοδὶ διέκυψε καὶ μάλ᾽ εὔχρων ὦ τάλαν.

Κλεισθένης

645
καὶ ποῦ ‘στιν;

Γυν

Α
αὖθις ἐς τὸ πρόσθεν οἴχεται.

Κλεισθένης

οὐκ ἐνγεταυθί.

Γυν

Α
μἀλλὰ δεῦρ᾽ ἥκει πάλιν.

Κλεισθένης

ἰσθμόν τιν᾽ ἔχεις ὦνθρωπ᾽: ἄνω τε καὶ κάτω
τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.

Γυν

Α

ὦ μιαρὸς οὗτος: ταῦτ᾽ ἄρ᾽ ὑπὲρ Εὐριπίδου
650
ἡμῖν ἐλοιδορεῖτο.

Μνησίλοχος
κακοδαίμων ἐγώ,
εἰς οἷ᾽ ἐμαυτὸν εἰσεκύλισα πράγματα.

Γυν

Α

ἄγε δὴ τί δρῶμεν;

Κλεισθένης
τουτονὶ φυλάττετε
καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται:
ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.

Χορός

655
ἡμᾶς τοίνυν μετὰ τοῦτ᾽ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ
ξυζωσαμένας εὖ κἀνδρείως τῶν θ᾽ ἱματίων ἀποδύσας
ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἀνελήλυθε, καὶ περιθρέξαι
τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι.
Χορός

εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα
660
καὶ διασκοπεῖν σιωπῇ πανταχῇ: μόνον δὲ χρὴ
μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι,
ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστ᾽ ἤδη κύκλῳ.
Χορός

εἶά νυν ἴχνευε καὶ μάτευε ταχὺ πάντ᾽,
εἴ τις ἐν τόποις ἑδραῖος
ἄλλος αὖ λέληθεν ὤν.
665
πανταχῇ δὲ ῥῖψον ὄμμα,
καὶ τὰ τῇδε καὶ τὰ δεῦρο
πάντ᾽ ἀνασκόπει καλῶς.
Χορός

ἢν γάρ με λάθῃ δράσας ἀνόσια,
δώσει τε δίκην καὶ πρὸς τούτῳ
670
τοῖς ἄλλοις ἀνδράσιν ἔσται
παράδειγμ᾽ ὕβρεως ἀδίκων τ᾽ ἔργων
ἀθέων τε τρόπων:
φήσει δ᾽ εἶναί τε θεοὺς φανερῶς,
δείξει τ᾽ ἤδη
πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας ...
675
†δικαίως τ᾽ ἐφέποντας † ὅσια καὶ νόμιμα
μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει.
κἂν μὴ ποιῶσι ταῦτα τοιάδ᾽ ἔσται:
αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν,
680
†μανίαις† φλέγων λύσσῃ παράκοπος,
†εἴ τι δρῴη†
πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν,
ὅτι τά τε παράνομα τά τ᾽ ἀνόσια παρὼν
685
θεὸς ἀποτίνεται.
ἀλλ᾽ ἔοιχ᾽ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς.
οὐχ ὁρῶμεν γοῦν ἔτ᾽ ἄλλον οὐδέν᾽ ἐγκαθήμενον.
Γυν

Α

ἆ ποῖ σὺ φεύγεις; οὗτος οὗτος οὐ μενεῖς;
690
τάλαιν᾽ ἐγὼ τάλαινα, καὶ τὸ παιδίον
ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.

Μνησίλοχος

κέκραχθι: τοῦτο δ᾽ οὐδέποτε σὺ ψωμιεῖς,
ἢν μή μ᾽ ἀφῆτ᾽: ἀλλ᾽ ἐνθάδ᾽ ἐπὶ τῶν μηρίων
πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας
695
καθαιματώσει βωμόν.

Γυν

Α
ὦ τάλαιν᾽ ἐγώ.
γυναῖκες, οὐκ ἀρήξετ᾽; οὐ πολλὴν βοὴν
στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου
τέκνου με περιόψεσθ᾽ ἀποστερουμένην;

Χορός

ἔα ἔα.
700
ὦ πότνιαι Μοῖραι τί τόδε δέρκομαι
νεοχμὸν αὖ τέρας;
ὡς ἅπαντ᾽ ἄρ᾽ ἐστὶ τόλμης μεστὰ κἀναισχυντίας.
οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ φίλαι τόδε.

Μνησίλοχος

οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.

Χορός

705
ταῦτα δῆτ᾽ οὐ δεινὰ πράγματ᾽ ἐστὶ καὶ περαιτέρω;

Γυν

Α

δεινὰ δῆθ᾽, ὅστις γ᾽ ἔχει μου ‘ξαρπάσας τὸ παιδίον.

Χορός

τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε
τοιαῦτα ποιῶν ὅδ᾽ ἀναισχυντεῖ;

Μνησίλοχος

κοὔπω μέντοι γε πέπαυμαι.

Χορός

710
ἀλλ᾽ οὖν ἥκεις γ᾽ ὅθεν οὐ φαύλως γ᾽
ἀποδρὰς λέξεις
οἷον δράσας διέδυς ἔργον,
λήψει δὲ κακόν.

Μνησίλοχος

τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.

Χορός

715
τίς οὖν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν
ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;

Μνησίλοχος

μάτην λαλεῖτε: τὴν δ᾽ ἐγὼ οὐκ ἀφήσω.

Χορός

ἀλλ᾽ οὐ μὰ τὼ θεὼ τάχ᾽ οὐ χαίρων ἴσως
720
ἐνυβριεῖς λόγους λέξεις τ᾽ ἀνοσίους
ἐπ᾽ ἀθέοις ἔργοις:
καὶ γὰρ ἀνταμειψόμεσθά σ᾽ ὥσπερ εἰκὸς ἀντὶ τῶνδε.
τάχα δὲ μεταβαλοῦσ᾽ ἐπὶ κακὸν ἑτερότροπον
725
ἐπέχει τύχη.
ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν σ᾽ ἐκφέρειν τε τῶν ξύλων,
καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θ᾽ ὅσον τάχος.

Γυν

Α

ἴωμεν ἐπὶ τὰς κληματίδας ὦ Μανία.
κἀγώ σ᾽ ἀποδείξω θυμάλωπα τήμερον.

Μνησίλοχος

730
ὕφαπτε καὶ κάταιθε: σὺ δὲ τὸ Κρητικὸν
ἀπόδυθι ταχέως: τοῦ θανάτου δ᾽ ὦ παιδίον
μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα.
τουτὶ τί ἔστιν; ἀσκὸς ἐγένεθ᾽ ἡ κόρη
οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων.
735
ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται
κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν,
ὦ μέγα καπήλοις ἀγαθὸν ἡμῖν δ᾽ αὖ κακόν,
κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ.

Γυν

Α

παράβαλλε πολλὰς κληματίδας ὦ Μανία.

Μνησίλοχος

740
παράβαλλε δῆτα: σὺ δ᾽ ἀπόκριναί μοι τοδί,
τουτὶ τεκεῖν φῄς;

Γυν

Α
καὶ δέκα μῆνας αὔτ᾽ ἐγὼ
ἤνεγκον.

Μνησίλοχος
ἤνεγκας σύ;

Γυν

Α
νὴ τὴν Ἄρτεμιν.

Μνησίλοχος

πρικότυλον ἢ πῶς; εἰπέ μοι.

Γυν

Α
τί μ᾽ ἠργάσω;
ἀπέδυσας ὦναίσχυντέ μου τὸ παιδίον
745
τυννοῦτον ὄν.

Μνησίλοχος
τυννοῦτο;

Γυν

Α
μικρὸν νὴ Δία.

Μνησίλοχος

πόσ᾽ ἔτη δὲ γέγονε; τρεῖς Χοᾶς ἢ τέτταρας;

Γυν

Α

σχεδὸν τοσοῦτον χὤσον ἐκ Διονυσίων.
ἀλλ᾽ ἀπόδος αὐτό.

Μνησίλοχος
μὰ τὸν Ἀπόλλω τουτονί.

Γυν

Α

Other books

A Date with Fate by Cathy Cole
Dead Giveaway by Brett, Simon
Crime of Their Life by Frank Kane
The Mark by Emerson, Phoenix
Nova 05 Ruin Me by Jessica Sorensen
El puente de los asesinos by Arturo Pérez-Reverte
Sheba by Jack Higgins
El Robot Completo by Isaac Asimov