Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics) (293 page)

BOOK: Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)
3.47Mb size Format: txt, pdf, ePub

[4.1]
Πρῶτον μὲν οὖν χρὴ εἶναι μεγάλας, εἶτα ἐχούσας τὰς κεφαλὰς ἐλαφράς, σιμάς, ἀρθρώδεις, ἰνώδη τὰ κάτωθεν τῶν μετώπων, ὄμματα μετέωρα, μέλανα, λαμπρά, μέτωπα πλατέα, τὰς διακρίσεις βαθείας, ὦτα μικρά, λεπτά, ψιλὰ ὄπισθεν, τραχήλους μακρούς, ὑγρούς, περιφερεῖς, στήθη πλατέα, μὴ ἄσαρκα ἀπὸ τῶν ὤμων, τὰς ὠμοπλάτας διεστώσας μικρόν, σκέλη τὰ πρόσθια μικρά, ὀρθά, στρογγύλα, στιφρά, ὀρθοὺς τοὺς ἀγκῶνας, πλευρὰς μὴ ἐπὶ γῆν βαθείας, ἀλλ᾽ εἰς τὸ πλάγιον παρηκούσας, ὀσφῦς σαρκώδεις, τὰ μεγέθη μεταξὺ μακρῶν <καὶ> βραχειῶν, μήτε ὑγρὰς λίαν μήτε σκληράς, λαγόνας μεταξὺ μεγάλων <καὶ> μικρῶν, ἰσχία στρογγύλα, ὄπισθεν σαρκώδη, ἄνωθεν δὲ μὴ συνδεδεμένα, ἔνδοθεν δὲ προσεσταλμένα, τὰ κάτωθεν τῶν κενεώνων λαγαρὰ καὶ αὐτοὺς τοὺς κενεῶνας, οὐρὰς μακράς, ὀρθάς, λιγυράς, μηριαίας [μὴ] σκληράς, ὑποκώλια μακρά, περιφερῆ, εὐπαγῆ, σκέλη πολὺ μείζω τὰ ὄπισθεν τῶν ἔμπροσθεν καὶ ἐπίρρικνα, πόδας περιφερεῖς.
[4.2]
καὶ ἐὰν ὦσι τοιαῦται αἱ κύνες, ἔσονται ἰσχυραὶ τὰ εἴδη, ἐλαφραί, σύμμετροι, ποδώκεις, καὶ ἀπὸ τῶν προσώπων φαιδραὶ καὶ εὔστομοι.
[4.3]
ἰχνευέτωσαν δὲ ἐκ τῶν τριμμῶν ταχὺ ἀπαλλαττόμεναι, τιθεῖσαι τὰς κεφαλὰς ἑπὶ γῆν λεχρίας, ἐμμειδιῶσαι μὲν πρὸς τὰ ἴχνη, ἐπικαταβάλλουσαι δὲ τὰ ὦτα· καὶ τὰ μὲν ὄμματα πυκνὰ διακινοῦσαι, ταῖς δὲ οὐραῖς διασαίνουσαι κύκλους πολλοὺς <ποιούμεναι> πρὸς τὰς εὐνὰς προΐτωσαν ὁμοῦ διὰ τοῦ ἴχνους ἅπασαι.
[4.4]
ὅταν δὲ περὶ αὐτὸν ὦσι τὸν λαγῶ, δῆλον ποιείτωσαν τῶι κυνηγέτηι θᾶττον φοιτῶσαι, μᾶλλον γνωρίζουσαι ἀπὸ τοῦ θυμοῦ, ἀπὸ τῆς κεφαλῆς, ἀπὸ τῶν ὀμμάτων, ἀπὸ τῆς μεταλλάξεως τῶν σχημάτων καὶ ἀπὸ τῶν ἀναβλεμμάτων καὶ ἐμβλεμμάτων εἰς τὴν ὕλην καὶ ἀναστρεμμάτων τῶν ἐπὶ τὰς καθέδρας τοῦ λαγῶ, καὶ ἀπὸ τῶν εἰς τὸ πρόσθεν καὶ ὄπισθεν καὶ εἰς τὸ πλάγιον διαρριμμάτων, καὶ ἀπὸ τοῦ ἀληθῶς ἤδη αἰωρεῖσθαι τὴν ψυχὴν καὶ ὑπερχαίρειν ὅτι τοῦ λαγῶ ἐγγύς εἰσι.
[4.5]
διωκέτωσαν δὲ ἐρρωμένως καὶ μὴ ἐπανιεῖσαι σὺν πολλῆι κλαγγῆι καὶ ὑλαγμῶι, συνεκπερῶσαι μετὰ τοῦ λαγῶ πάντηι. μεταθείτωσαν δὲ ταχὺ καὶ λαμπρῶς, πυκνὰ μεταφερόμεναι καὶ ἐπανακλαγγάνουσαι δικαίως· πρὸς δὲ τὸν κυνηγέτην μὴ ἐπανίτωσαν λιποῦσαι τὰ ἴχνη.
[4.6]
μετὰ δὲ τοῦ εἴδους καὶ τοῦ ἔργου τούτου εὔψυχοι ἔστωσαν καὶ εὔρινες καὶ εὔποδες καὶ εὔτριχες. εὔψυχοι μὲν οὖν ἔσονται, ἐὰν μὴ λείπωσι τὰ κυνηγέσια ὅταν ἦι πνίγη· εὔρινες δέ, ἐὰν τοῦ λαγῶ ὀσφραίνωνται ἐν τόποις ψιλοῖς, ξηροῖς, προσηλίοις τοῦ ἄστρου ἐπιόντος· εὔποδες δέ, ἐὰν τῆι αὐτῆι ὥραι μὴ καταρρηγνύωνται αὐτῶν οἱ πόδες τὰ ὄρη θεουσῶν· εὔτριχες δέ, ἐὰν ἔχωσι λεπτὴν καὶ πυκνὴν καὶ μαλακὴν τὴν τρίχα.
[4.7]
τὰ δὲ χρώματα οὐ χρὴ εἶναι τῶν κυνῶν οὔτε πυρρὰ οὔτε μέλανα οὔτε λευκὰ παντελῶς· ἔστι γὰρ οὐ γενναῖον τοῦτο, ἀλλ<ὰ τὸ> ἁπλοῦν καὶ θηριῶδες.
[4.8]
αἱ μὲν οὖν πυρραὶ ἔχουσαι ἔστωσαν λευκὴν τρίχα ἐπανθοῦσαν περὶ τὰ μέτωπα καὶ αἱ μέλαιναι, αἱ δὲ λευκαὶ πυρράν· ἐπὶ δὲ ταῖς μηριαίαις ἄκραις τρίχας ὀρθάς, βαθείας, καὶ ἐπὶ ταῖς ὀσφύσι καὶ ταῖς οὐραῖς κάτω, ἄνωθεν δὲ μετρίας.

[4.9]
Ἄγειν δὲ ἄμεινον τὰς κύνας <εἰς> τὰ ὄρη πολλάκις, τὰ δὲ ἔργα ἧττον· τὰ μὲν γὰρ ὄρη οἷόν τ᾽ ἐστὶ καὶ ἰχνεύειν καὶ μεταθεῖν καθαρῶς, τὰ δὲ ἔργα οὐδέτερα διὰ τοὺς τριμμούς.
[4.10]
ἔστι δὲ καὶ ἄνευ τοῦ εὑρίσκειν τὸν λαγῶ ἀγαθὸν ἄγειν τὰς κύνας <εἰς> τὰ τραχέα· καὶ γὰρ εὔποδες γίγνονται καὶ τὰ σώματα διαπονοῦσαι ἐν τόποις τοιούτοις ὠφελοῦνται.
[4.11]
ἀγέσθωσαν δὲ θέρους μὲν μέχρι μεσημβρίας, χειμῶνος δὲ δι᾽ ἡμέρας, μετοπώρου δ᾽ ἔξω μεσημβρίας, ἐντὸς δὲ ἑσπέρας τὸ ἔαρ. ταῦτα γὰρ μέτρια.

[5.1]
Τὰ δὲ ἴχνη τοῦ λαγῶ τοῦ μὲν χειμῶνος μακρά ἐστι διὰ τὸ μῆκος τῶν νυκτῶν· τοῦ δὲ θέρους βραχέα διὰ τὸ ἐναντίον. χειμῶνος μὲν οὖν πρὼι οὐκ ὄζει αὐτῶν, ὄταν πάχνη ἦι ἢ παγετός· ἡ μὲν γὰρ πάχνη τῆι αὑτῆς ἰσχύι ἀντισπάσασα τὸ θερμὸν ἔχει ἐν ἑαυτῆι, ὁ δὲ παγετὸς ἐπιπήξας.
[5.2]
καὶ αἱ κύνες μαλκίουσαι τὰς *πῖνας οὐ δύνανται αἰσθάνεσθαι ὅταν ἦι τοιαῦτα, πρὶν ἂν ὁ ἥλιος διαλύσηι αὐτὰ ἢ προϊοῦσα ἡ ἡμέρα· τότε δὲ καὶ αἱ κύνες ὀσφραίνονται καὶ αὐτὰ ἐπαναφερόμενα ὄζει.
[5.3]
ἀφανίζει δὲ καὶ ἡ πολλὴ δρόσος καταφέρουσα αὐτά, καὶ οἱ ὄμβροι οἱ γιγνόμενοι διὰ χρόνου ὀσμὰς ἄγοντες τὴν γῆν ποιοῦσι δύσοσμον, ἕως ἂν ψυχθῆι· χείρω δὲ καὶ τὰ νότια ποιεῖ· ὑγραίνοντα γὰρ διαχεῖ· τὰ δὲ βόρεια, ἐὰν ἦι ἄλυτα, συνίστησι καὶ σώιζει.
[5.4]
οἱ δὲ ὑετοὶ κατακλύζουσι καὶ αἱ ψακάδες, καὶ ἡ σελήνη ἀμαυροῖ τῶι θερμῶι, μάλιστα δὲ ὅταν ἦι πανσέληνος· καὶ μανότατα τότε· χαίροντες γὰρ τῶι φέγγει ἐπαναρριπτοῦντες μακρὰν διαίρουσιν ἀντιπαίζοντες· ταραχώδη δὲ ὄταν ἀλώπεκες προδιεξέλθωσι γίγνεται.
[5.5]
τὸ δὲ ἔαρ κεκραμένον τῆι ὥραι καλῶς παρέχει τὰ ἴχνη λαμπρά, πλὴν εἴ τι ἡ γῆ ἐξανθοῦσα βλάπτει τὰς κύνας, εἰς τὸ αὐτὸ συμμιγνύουσα τῶν ἀνθῶν τὰς ὀσμάς. λεπτὰ δὲ καὶ ἀσαφῆ τοῦ θέρους· διάπυρος γὰρ οὖσα ἡ γῆ ἀφανίζει τὸ θερμὸν ὃ ἔχουσιν· ἔστι γὰρ λεπτόν· καὶ αἱ κύνες ἧττον ὀσφραίνονται τότε διὰ τὸ ἐκλελύσθαι τὰ σώματα. τοῦ δὲ μετοπώρου καθαρά· ὅσα γὰρ ἡ γῆ φέρει, τὰ μὲν ἥμερα συγκεκόμισται, τὰ δὲ ἄγρια γήραι διαλέλυται· ὥστε οὐ παραλυποῦσι τῶν καρπῶν αἱ ὀσμαὶ εἰς ταὐτὰ φερόμεναι.
[5.6]
ἔστι δὲ τοῦ χειμῶνος καὶ τοῦ θέρους καὶ τοῦ μετοπώρου τὰ ἴχνη ὀρθὰ ἐπὶ πολύ, τοῦ δ᾽ ἦρος συμπεπλεγμένα· τὸ γὰρ θηρίον συνδυάζεται μὲν ἀεί, μάλιστα δὲ ταύτην τὴν ὥραν· ὥστε διὰ τοῦτο ἐξ ἀνάγκης μετ᾽ ἀλλήλων πλανώμενοι τοιαῦτα ποιοῦσιν.
[5.7]
ὄζει δὲ τῶν ἰχνῶν ἐπὶ πλείω χρόνον τῶν εὐαίων ἢ τῶν δρομαίων· τὰ μὲν γὰρ εὐναῖα <ποιῶν> ὁ λαγῶς πορεύεται ἐφιστάμενος, τὰ δὲ δρομαῖα ταχύ· ἡ γῆ οὖν τῶν μὲν πυκνοῦται, τῶν δὲ οὐ πίμπλαται. ἐν δὲ τοῖς ὑλώδεσι μᾶλλον ἢ ἐν τοῖς ψιλοῖς ὄζει· διατρέχων γὰρ καὶ ἀνακαθίζων ἅπτεται πολλῶν.

[5.8]
Κατακλίνονται δ᾽ εἰς ἃ ἡ γῆ φύει ἢ ἔχει ἐφ᾽ ἑαυτῆς ὑπὸ παντί, ἐπ᾽ αὐτῶν, ἐν αὐτοῖς, παρ᾽ αὐτά, ἄπωθεν πολύ, μικρόν, μεταξὺ τούτων· ὁτὲ δὲ καὶ ἐν τῆι θαλάττηι διαρριπτῶν ἐπὶ τὸ δυνατὸν καὶ ἐν ὕδατι, ἐάν τι ἦι ὑπερέχον ἢ ἐμπεφυκὸς ἐν τούτωι·
[5.9]
ὁ μὲν οὖν εὐναῖος ποιούμενος εὐνὴν ἑπὶ πολὺ ὅταν μὲν ἦι ψύχη, ἐν εὐδιεινοῖς, ὅταν δὲ καύματα, ἐν παλισκίοις, τὸ δὲ ἔαρ καὶ τὸ μετόπωρον ἐν προσηλίοις· οἱ δὲ δρομαῖοι οὐχ οὕτως διὰ τὸ ὑπὸ τῶν κυνῶν ἔκπληκτοι γίγνεσθαι.
[5.10]
κατακλίνεται δὲ ὑποθεὶς τὰ ὑποκώλια ὑπὸ τὰς λαγόνας, τὰ δὲ πρόσθεν σκέλη τὰ πλεῖστα συνθεὶς καὶ ἐκτείνας, ἐπ᾽ ἄκρους δὲ τοὺς πόδας τὴν γένυν καταθείς, τὰ δὲ ὦτα ἐπιπετάσας ἐπὶ τὰς ὠμοπλάτας· οὕτω δὲ ὑποστέγει τὰ ὑγρά· ἔχει δὲ καὶ τὴν τρίχα στεγανήν· πυκνὴ γὰρ καὶ μαλακή.
[5.11]
καὶ ὅταν μὲν ἐγρηγόρηι, καταμύει τὰ βλέφαρα, ὅταν δὲ καθεύδηι, τὰ μὲν βλέφαρα ἀναπέπταται ἀκίνητα, οἱ δὲ ὀφθαλμοὶ ἀτρέμας ἔχουσι· τοὺς δὲ μυκτῆρας, ὅταν μὲν εὕδηι, κινεῖ πυκνά, ὅταν δὲ μή, ἧττον.
[5.12]
ὅταν δὲ ἡ γῆ βρύηι, μᾶλλον τὰ ἔργα ἢ τὰ ὄρη ἔχουσιν. ὑπομένει δὲ πανταχοῦ ἰχνευόμενος, ἐὰν μήτι περίφοβος τῆς νυκτὸς γένηται· παθὼν δὲ τοῦτο ὑποκινεῖ.

[5.13]
Πολύγονον δ᾽ ἐστὶν οὕτως, ὥστε τὰ μὲν τέτοκε, τὰ δὲ τίκτει, τὰ δὲ κύει. τῶν δὲ μικρῶν λαγίων ὄζει μᾶλλον ἢ τῶν μεγάλων· ἔτι γὰρ ὑγρομελῆ ὄντα ἐπισύρεται ὅλα ἐπὶ τῆς γῆς.
[5.14]
τὰ μὲν οὖν λίαν νεογνὰ οἱ φιλοκυνηγέται ἀφιᾶσι τῆι θεῶι. οἱ δὲ ἤδη ἔτειοι τάχιστα θέουσι τὸν πρῶτον δρόμον, τοὺς δ᾽ ἄλλους οὐκέτι· εἰσὶ γὰρ ἐλαφροί, ἀδύνατοι δέ.

[5.15]
Λαμβάνειν δὲ τοῦ λαγῶ τὰ ἴχνη ὑπάγοντα τὰς κύνας ἐκ τῶν ἔργων ἄνωθεν· ὅσοι δὲ μὴ ἔρχονται αὐτῶν εἰς τὰ ἐργάσιμα, ... τοὺς λειμῶνας, τὰς νάπας, τὰ ῥεῖθρα, τοὺς λίθους, τὰ ὑλώδη· καὶ ἐὰν ὑποκινῆι, μὴ ἀναβοᾶν, ἵνα μὴ αἱ κύνες ἔκφρονες γιγνόμεναι χαλεπῶς τὰ ἴχνη γνωρίζωσιν.
[5.16]
εὑρισκόμενοι δὲ ὑπ᾽ αὐτῶν καὶ διωκόμενοι ἔστιν ὅτε διαβαίνουσι τὰ ῥεύματα καὶ ὑποκάμπτουσι καὶ καταδύονται εἰς φάραγγας καὶ εἰς ἰλεούς· πεφόβηνται γὰρ οὐ μόνον τὰς κύνας ἀλλὰ καὶ τοὺς ἀετούς· ὑπερβάλλοντες γὰρ τὰ σιμὰ καὶ τὰ ψιλὰ ἀναρπάζονται, ἕως ἂν ὦσιν ἔτειοι·
[5.17]
τοὺς δὲ μείζους ἐπιτρέχουσαι αἱ κύνες ἀναιροῦνται. ποδωκέστατοι μὲν οὖν εἰσιν οἱ ὄρειοι, οἱ πεδινοὶ δὲ ἧττον, βραδύτατοι δὲ οἱ ἕλειοι· οἱ δ᾽ ἐπὶ πάντας τοὺς τόπους πλανῆται χαλεποὶ πρὸς τοὺς δρόμους· τὰ γὰρ σύντομα ἴσασι· θέουσι γὰρ μάλιστα μὲν τὰ ἀνάντη ἢ τὰ ὁμαλά, τὰ δὲ ἀνώμαλα ἀνομοίως,
[5.18]
τὰ δὲ κατάντη ἥκιστα. διωκώμενοι δέ εἰσι κατάδηλοι μάλιστα μὲν διὰ γῆς κεκινημένης, ἐὰν ἔχωσιν ἔνιον ἐρύθημα, καὶ διὰ καλάμης διὰ τὴν ἀνταύγειαν· κατάδηλοι δὲ καὶ ἐν τοῖς τριμμοῖς καὶ ἐν ταῖς ὁδοῖς, ἐὰν ὦσιν ἰσόπεδοι· τὸ γὰρ φανὸν τὸ ἐν αὐτοῖς ἐνὸν ἀντιλάμπει· ἄδηλοι δέ, ὅταν <κατὰ> τοὺς λίθους, τὰ ὄρη, τὰ φελλία, τὰ δασέα ἀποχωρῶσι, διὰ τὴν ὁμόχροιαν.
[5.19]
προλαμβάνοντες δὲ τὰς κύνας ἐφίστανται καὶ ἀνακαθίζοντες ἐπαίρουσιν αὑτοὺς καὶ ἐπακούουσιν, εἴ που πλησίον κλαγγὴ ἢ ψόφος τῶν κυνῶν· καὶ ὅθεν ἂν ἀκούσωσιν ἀποτρέπονται.
[5.20]
ὁτὲ δὲ καὶ οὐκ ἀκούσαντες, ἀλλὰ δόξαντες ἢ πεισθέντες ὑφ᾽ αὑτῶν, παρὰ τὰ αὐτά, διὰ τῶν αὐτῶν, ἐπαλλάττοντες ἅλματα, ἐμποιοῦντες ἴχνεσιν ἴχνη, ἀποχωροῦσι.
[5.21]
καί εἰσι μακροδρομώτατοι μὲν οἱ ἐκ τῶν ψιλῶν εὑρισκόμενοι διὰ τὸ καταφανές, βραχυδρομώτατοι δὲ οἱ ἐκ τῶν δασέων· ἐμποδὼν γὰρ τὸ σκοτεινόν.

[5.22]
Δύο δὲ τὰ γένη ἐστὶν αὐτῶν· οἱ μὲν γὰρ μεγάλοι τὸ χρῶμα ἐπίπερκνοι καὶ τὸ λευκὸν τὸ ἐν τῶι μετώπωι μέγα ἔχουσιν, οἱ δ᾽ ἐλάττους ἐπίξανθοι, μικρὸν τὸ λευκὸν ἔχοντες.
[5.23]
τὴν δὲ οὐρὰν οἱ μὲν κύκλωι περιποίκιλον, οἱ δὲ παράσειρον, καὶ τὰ ὄμματα οἱ μὲν χαροποί, οἱ δ᾽ ὑπόγλαυκοι· καὶ τὰ μέλανα τὰ περὶ τὰ ὦτα ἄκρα οἱ μὲν ἐπὶ πολύ, οἱ δ᾽ ἐπὶ μικρόν.
[5.24]
ἔχουσι δὲ αὐτῶν αἱ πολλαὶ τῶν νήσων τοὺς ἐλάττους, αἵ τ᾽ ἔρημοι καὶ οἰκούμεναι· τὸ δὲ πλῆθος πλείους ἐν αὐταῖς ἢ ἐν ταῖς ἠπείροις· οὐ γάρ εἰσιν οὔτ᾽ ἀλώπεκες ἐν ταῖς πολλαῖς αὐτῶν, αἵτινες καὶ αὐτοὺς καὶ τὰ τέκνα ἐπιοῦσαι ἀναιροῦνται, οὔτε ἀετοί· τὰ μεγάλα γὰρ ὄρη ἔχουσι μᾶλλον ἢ τὰ μικρά· ἐλάττω δὲ ἐπὶ τὸ πολὺ τὰ ἐν ταῖς νήσοις.
[5.25]
κυνηγέται δὲ εἰς μὲν τὰς ἐρήμους ὀλιγάκις ἀφικνοῦνται, ἐν δὲ ταῖς οἰκουμέναις ὀλίγοι γίγνονται καὶ οὐ φιλόθηροι οἱ πολλοί· εἰς δὲ τὰς ἱερὰς τῶν νήσων οὐδὲ διαβιβάζειν οἷόν τε κύνας. ὅταν οὖν τῶν τε ὑπαρχόντων ὀλίγους ἐκθηρῶνται καὶ τῶν ἐπιγιγνομένων, ἀνάγκη ἀφθόνους εἶναι.

[5.26]
Βλέπει δὲ οὐκ ὀξὺ διὰ πολλά· τά τε γὰρ ὄμματα ἔχει ἔξω καὶ τὰ βλέφαρα ἐλλείποντα καὶ οὐκ ἔχοντα προβολὴν ταῖς αὐγαῖς· ἡ ὄψις οὖν διὰ ταῦτα ἀμαυρά, ἐσκεδασμένη.
[5.27]
ἅμα δὲ τούτοις καὶ ἐν ὕπνωι ὂν τὰ πολλὰ τὸ θηρίον οὐκ ὠφελεῖται πρὸς τὸ ὁπᾶν· καὶ ἡ ποδώκεια πρὸς τὸ ἀμβλυώττειν αὐτῶι πολὺ συμβάλλεται· ταχὺ γὰρ ἑκάστου παραφέρει τὴν ὄψιν πρὶν νοῆσαι ὅ τι ἐστί.
[5.28]
καὶ οἱ φόβοι τῶν κυνῶν ὅταν διώκωνται, ἑπόμενοι μετὰ τούτων συνεξαιροῦνται τὸ προνοεῖσθαι. ὥστε διὰ ταῦτα προσπίπτων λανθάνει πρὸς πολλὰ καὶ εἰς τὰς ἄρκυς ἐμπίπτων.
[5.29]
εἰ δ᾽ ἔφευγεν ὀρθόν, ὀλιγάκις ἂν ἔπασχε τὸ τοιοῦτον· νῦν δὲ περιβάλλων καὶ ἀγαπῶν τοὺς τόπους ἐν οἷς ἐγένετο καὶ ἐτράφη ἁλίσκεται. κατὰ πόδας δὲ οὐ πολλάκις ὑπὸ τῶν κυνῶν διὰ <τὸ> τάχος κρατεῖται· ὅσοι δὲ ἁλίσκονται, παρὰ φύσιν τοῦ σώματος, τύχηι δὲ χρώμενοι· οὐδὲν γὰρ τῶν ὄντων ἰσομέγεθες τούτωι ὅμοιόν ἐστι πρὸς ἁρμόν. σύγκειται γὰρ ἐκ τοιούτων τὸ σῶμα.
[5.30]
ἔχει γὰρ κεφαλὴν κούφην, μικράν, κατωφερῆ, στενὴν ἐκ τοῦ πρόσθεν, <ὦτα ὑψηλά,> τράχηλον λεπτόν, περιφερῆ, οὐ σκληρόν, μῆκος ἱκανόν, ὠμοπλάτας ὀρθάς, ἀσυνδέτους ἄνωθεν, σκέλη τὰ ἐπ᾽ αὐτῶν ἐλαφρά, σύγκωλα, στῆθος οὐ βαρύτονον, πλευρὰς ἐλαφράς, συμμέτρους, ὀσφῦν περιφερῆ, κωλῆν σαρκώδη, λαγόνας ὑγράς, λαπαρὰς ἱκανῶς, ἰσχία στρογγύλα, πλήρη κύκλωι, ἄνωθεν δὲ ὡς χρὴ διεστῶτα, μηροὺς μικρούς, εὐπαγεῖς, ἔξωθεν μῦς ἐπιτεταμένους, ἔνδοθεν δὲ οὐκ ὀγκώδεις, ὑποκώλια μακρά, στιφρά, πόδας τοὺς πρόσθεν ἄκρως ὑγρούς, στενούς, ὀρθούς, τοὺς δὲ ὄπισθεν στερεούς, πλατεῖς, πάντας δὲ οὐδενὸς τραχέος φροντίζοντας, σκέλη τὰ ὄπισθεν μείζω πολὺ τῶν ἔμπροσθεν καὶ ἐγκεκλιμένα μικρὸν ἔξω, τρίχωμα βραχύ, κοῦφον.
[5.31]
ἔστιν οὖν ἀδύνατον μὴ οὐκ εἶναι ἐκ τοιούτων συνηρμοσμένον ἰσχυρόν, ὑγρόν, ὑπερέλαφρον. τεκμήριον δὲ ὡς ἐλαφρόν ἐστιν· ὅταν ἀτρέμα διαπορεύηται, πηδᾶι – βαδίζοντα δὲ οὐδεὶς ἑώρακεν οὐδ᾽ ὄψεται – τιθεὶς εἰς τὸ ἐπέκεινα τῶν ἔμπροσθεν ποδῶν τοὺς ὄπισθεν καὶ ἔξω· καὶ θεῖ οὕτως. δῆλον δὲ τοῦτο ἐν χιόνι.
[5.32]
οὐρὰν δὲ οὐκ ἐπιτηδείαν ἔχει πρὸς δρόμον· ἐπευθύνειν γὰρ οὐχ ἱκανὴ τὸ σῶμα διὰ τὴν βραχύτητα· ἀλλὰ τῶι ὠτὶ ἑκατέρωι τοῦτο ποιεῖ· καὶ ὅταν ἀνιστῆται ὑπὸ τῶν κυνῶν, καταβάλλων [γὰρ] καὶ παραβάλλων τὸ ἕτερον οὖς πλάγιον, ὁποτέραι ἂν λυπῆται, ἀπερειδόμενος [διὸ] δὴ εἰς τοῦτο ὑποστρέφεται ταχύ, ἐν μικρῶι πολὺ καταλιπὼν τὸ ἐπιφερόμενον.
[5.33]
οὕτω δὲ ἐπίχαρί ἐστι τὸ θέαμα, ὥστε οὐδεὶς ὅστις οὐκ ἂν ἰδὼν ἰχνευόμενον, εὑρισκόμενον, μεταθεόμενον, ἁλισκόμενον, ἐπιλάθοιτ᾽ ἂν εἴ του ἐρώιη.

[5.34]
Ἐν δὲ τοῖς ἔργοις κυνηγετοῦντα ἀπέχεσθαι ὧν ὧραι φέρουσι καὶ τὰ νάματα καὶ τὰ ῥεῖθρα ἐᾶν· τὸ γὰρ ἅπτεσθαι τούτων αἰσχρὸν καὶ κακόν, καὶ ἵνα μὴ τῶι νόμωι ἐναντίοι ὦσιν οἱ ἰδόντες· καὶ ὅταν ἀναγρία ἐμπίπτηι, ἀναλύειν χρὴ τὰ περὶ τὸ κυνηγέσιον πάντα.

[6.1]
Κυνῶν δὲ κόσμος δέραια, ἱμάντες, στελμονίαι· ἔστω δὲ τὰ μὲν δέραια μαλακά, πλατέα, ἵνα μὴ θραύηι τὰς τρίχας τῶν κυνῶν, οἱ δὲ ἱμάντες ἔχοντες ἀγκύλας τῆι χειρί, ἄλλο δὲ μηδέν· οὐ γὰρ καλῶς τηροῦσι τὰς κύνας οἱ ἐξ αὐτῶν εἰργασμένοι τὰ δέραια· αἱ δὲ στελμονίαι πλατεῖς τοὺς ἱμάντας, ἵνα μὴ τρίβωσι τὰς λαγόνας αὐτῶν· ἐγκατερραμμέναι δὲ ἐγκεντρίδες, ἵνα τὰ γένη φυλάττωσιν.
[6.2]
ἐξάγειν δ᾽ αὐτὰς οὐ χρὴ ἐπὶ τὰ κυνηγέσια, ὅταν μὴ τὰ προσφερόμενα δέχωνται ἡδέως [τεκμήριον δὲ τοῦτο ὅτι οὐκ ἔρρωνται] μηδὲ ὅταν ἄνεμος πνέηι μέγας· διαρπάζει γὰρ τὰ ἴχνη καὶ οὐ δύνανται ὀσφραίνεσθαι οὐδὲ αἱ ἄρκυς ἑστάναι οὐδὲ τὰ δίκτυα.
[6.3]
ὅταν δὲ τούτων μηδέτερον κωλύηι, ἄγειν διὰ τρίτης ἡμέρας. τὰς δὲ ἀλώπεκας μὴ ἐθίζειν τὰς κύνας διώκειν· διαφθορὰ γὰρ μεγίστη καὶ ἐν τῶι δέοντι οὔποτε πάρεισιν.
[6.4]
εἰς δὲ τὰ κυνηγέσια μεταβάλλοντα ἅγειν, ἵνα ὦσιν ἔμπειροι τῶν κυνηγεσίων, αὐτὸς δὲ τῆς χώρας. ἐξιέναι δὲ πρώι, ἵνα τῆς ἰχνεύσεως μὴ ἀποστερῶνται, ὡς οἱ ὀψιζόμενοι ἀφαιροῦνται τὰς μὲν κύνας τοῦ εὑρεῖν τὸν λαγῶ, αὑτοὺς δὲ τῆς ὠφελείας· οὐ γὰρ ἐπιμένει τοῦ ἴχνους ἡ φύσις λεπτὴ οὖσα πᾶσαν ὥραν.

[6.5]
Τὴν δὲ στολὴν ὁ ἀρκυωρὸς ἐξίτω ἔχων ἐπὶ θήραν μὴ ἔχουσαν βάρος. τὰς δὲ ἄρκυς ἱστάτω εἰς ἄγκη, δρυμῶνας τραχείας, σιμάς, λαγαράς, σκοτεινάς, ῥοῦς, χαράδρας, χειμάρρους ἀενάους· εἰς ταῦτα γὰρ μάλιστα φεύγει·
[6.6]
<εἰς> ὅσα δὲ ἄλλα [εἰς] ἄπειρον εἰπεῖν· τούτων δὲ παρόδους, διόδους, καταφανεῖς, λεπτὰς <καταλιπών>, εἰς ὄρθρον καὶ μὴ πρώι, ἵνα ἐὰν ἦι πλησίον τὸ ἀρκυστάσιον τῶν ζητησίμων, μὴ φοβῆται ἀκούων ὁμοῦ τὸν ψόφον [ἐὰν δὲ ἦι ἀπ᾽ ἀλλήλων πολύ, ἧττον κωλύει πρώι], καθαρὰς ποιούμενος τὰς ἀρκυσταστίας,
[6.7]
ἵνα [δ᾽] αὐτῶν μηδὲν ἀντέχεται. πηγνύειν <δὲ> τὰς σχαλίδας ὑπτίας, ὅπως ἂν ἐπαγόμεναι ἔχωσι τὸ σύντονον· ἐπὶ δὲ ἄκρας ἴσους τοὺς βρόχους ἐπιβαλλέτω καὶ ὁμοίως ἀντερειδέτω, ἐπαίρων εἰς μέσον τὸν κεκρύφαλον.
[6.8]
εἰς δὲ τὸν περίδρομον ἐναπτέτω λίθον μακρὸν καὶ μέγαν, ἵνα ἡ ἄρκυς, ὅταν ἕχηι τὸν λαγῶ, μὴ ἀντιτείνηι. στοιχιζέτω δὲ μακρά, ὑψηλά, ὅπως ἂν μὴ ὑπερπηδᾶι. ἐν δὲ ταῖς ἰχνείαις μὴ ὑπερβάλλεσθαι· ἔστι γὰρ θηρατικὸν μὲν οὔ, φιλόπονον δὲ τὸ ἐκ παντὸς τρόπου ἑλεῖν ταχύ.
[6.9]
τὰ δὲ δίκτυα τεινέτω ἐν ἀπέδοις, ἐμβαλλέτω δὲ τὰ ἐνόδια εἰς τὰς ὁδούς, καὶ ἐκ τῶν τριμμῶν εἰς τὰ συμφέροντα, καθάπτων τοὺς περιδρόμους ἐπὶ τὴν γῆν, τὰ ἀκρωλένια συνάγων, πηγνύων τὰς σχαλίδας μεταξὺ τῶν σαρδόνων, ἐπὶ ἄκρας ἐπιβάλλων τοὺς ἐπιδρόμους καὶ τὰ παράδρομα συμφράττων.
[6.10]
φυλαττέτω δὲ ἐκπεριών· ἐὰν δὲ ἐκκλίνηι τὸν στοῖχον ἡ ἄρκυς, ἀνιστάτω. διωκομένου δὲ τοῦ λαγῶ εἰς τὰς ἄρκυς εἰς τὸ πρόσθεν προθείτω, καὶ ἐπιθέων μὲν ἐμβοάτω· ἐμπεπτωκότος δὲ τὴν ὀργὴν τῶν κυνῶν παυέτω, μὴ ἁπτόμενος ἀλλὰ παραμυθούμενος· καὶ δηλούτω τῶι κυνηγέτηι, ὅτι ἑάλωκεν ἀναβοήσας ἢ ὅτι παραδεδράμηκε παρὰ τάδε ἢ τάδε ἢ ὅτι οὐχ ἑώρακε.

Other books

Captivated: Return to Earth by Ashlynn Monroe
The Bastard King by Dan Chernenko
An Honorable German by Charles L. McCain
Blood Moon by Goldie McBride
Craig's Heart by N. J. Walters
Circle of Flight by John Marsden