Read Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) Online
Authors: Aristophanes
Ἐ
υελπίδης
νὴ Δί᾽ ὄρνις δῆτα. τίς ποτ᾽ ἐστίν; οὐ δήπου ταὧς;
Πισθέταιρος
270
οὗτος αὐτὸς νῷν φράσει: τίς ἐστιν ὄρνις οὑτοσί;
Ἔ
ποψ
οὗτος οὐ τῶν ἠθάδων τῶνδ᾽ ὧν ὁρᾶθ᾽ ὑμεῖς ἀεί,
ἀλλὰ λιμναῖος.
Ἐ
υελπίδης
βαβαὶ καλός γε καὶ φοινικιοῦς.
Ἔ
ποψ
εἰκότως γε: καὶ γὰρ ὄνομ᾽ αὐτῷ ‘στὶ φοινικόπτερος.
Ἐ
υελπίδης
οὗτος ὦ σέ τοι.
Πισθέταιρος
τί βωστρεῖς;
Ἐ
υελπίδης
ἕτερος ὄρνις οὑτοσί.
Πισθέταιρος
275
νὴ Δί᾽ ἕτερος δῆτα χοὖτος ἔξεδρον χρόαν ἔχων.
τίς ποτ᾽ ἔσθ᾽ ὁ μουσόμαντις ἄτοπος ὄρνις ὀρειβάτης;
Ἔ
ποψ
ὄνομα τούτῳ Μῆδός ἐστο.
Πισθέταιρος
Μῆδος; ὦναξ Ἡράκλεις:
εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὤν εἰσέπτετο;
Ἐ
υελπίδης
ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί.
Πισθέταιρος
τί τὸ τέρας τουτί ποτ᾽ ἐστίν; οὐ σὺ μόνος ἄρ᾽ ἦσθ᾽ ἔποψ,
280
ἀλλὰ χοὖτος ἕτερος;
Ἔ
ποψ
οὑτοσὶ μέν ἐστι Φιλοκλέους
ἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ λέγοις
Ἱππόνικος Καλλίου κἀξ Ἱππονίκου Καλλίας.
Πισθέταιρος
Καλλίας ἄρ᾽ οὗτος οὕρνις ἐστίν: ὡς πτερορρυεῖ.
Ἐ
υελπίδης
285
ἅτε γὰρ ὢν γενναῖος ὑπό τε συκοφαντῶν τίλλεται,
αἵ τε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά.
Πισθέταιρος
ὦ Πόσειδον ἕτερος αὖ τις βαπτὸς ὄρνις οὑτοσί.
τίς ὀνομάξεταί ποθ᾽ οὗτος;
Ἔ
ποψ
οὑτοσὶ κατωφαγᾶς.
Πισθέταιρος
ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος;
Ἐ
υελπίδης
290
πῶς ἂν οὖν Κλεώνυμός γ᾽ ὢν οὐκ ἀπέβαλε τὸν λόφον;
Πισθέταιρος
ἀλλὰ μέντοι τίς ποθ᾽ ἡ λόφωσις ἡ τῶν ὀρνέων;
ἦ ‘πὶ τὸν δίαυλον ἦλθον;
Ἔ
ποψ
ὥσπερ οἱ Κᾶρες μὲν οὖν
ἐπὶ λόφων οἰκοῦσιν ὦγάθ᾽ ἀσφαλείας οὔνεκα.
Πισθέταιρος
ὦ Πόσειδον οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸν
295
ὀρνέων;
Ἐ
υελπίδης
ὦναξ Ἄπολλον τοῦ νέφους. ἰοὺ ἰού,
οὐδ᾽ ἰδεῖν ἔτ᾽ ἔσθ᾽ ὑπ᾽ αὐτῶν πετομένων τὴν εἴσοδον.
Ἔ
ποψ
οὑτοσὶ πέρδιξ, ἐκεινοσί γε νὴ Δί᾽ ἀτταγᾶς,
οὑτοσὶ δὲ πηνέλοψ, ἐκεινηὶ δέ γ᾽ ἀλκυών.
Πισθέταιρος
τίς γάρ ἐσθ᾽ οὕπισθεν αὐτῆς;
Ἔ
ποψ
ὅστις ἐστί; κειρύλος.
Πισθέταιρος
300
κειρύλος γάρ ἐστιν ὄρνις;
Ἔ
ποψ
οὐ γάρ ἐστι Σποργίλος;
χαὐτηί γε γλαῦξ.
Ἐ
υελπίδης
τί φῄς; τίς γλαῦκ᾽ Ἀθήναζ᾽ ἤγαγεν;
Ἔ
ποψ
κίττα τρυγὼν κορυδὸς ἐλεᾶς ὑποθυμὶς περιστερὰ
νέρτος ἱέραξ φάττα κόκκυξ ἐρυθρόπους κεβλήπυρις
πορφυρὶς κερχνῂς κολυμβὶς ἀμπελὶς φήην δρύοψ.
Πισθέταιρος
305
ἰοὺ ἰοὺ τῶν ὀρνέων, ἰοὺ ἰοὺ τῶν κοψίχων:
οἶα πιππίζουσι καὶ τρέχουσι διακεκραγότες.
ἆρ᾽ ἀπειλοῦσίν γε νῷν; οἴμοι, κεχήνασίν γέ τοι
καὶ βλέπουσιν ἐς σὲ κἀμέ.
Ἐ
υελπίδης
τοῦτο μὲν κἀμοὶ δοκεῖ.
Χορός
310
ποποποποποποποποποποῖ ποῦ μ᾽ ἄρ᾽ ὃς
ἐκάλεσε; τίνα τόπον ἄρα ποτὲ νέμεται;
Ἔ
ποψ
οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων.
Χορός
τί τί τί τί τί τί τί τί: τίνα λόγον ἄρα ποτὲ
315
πρὸς ἐμὲ φίλον ἔχων;
Ἔ
ποψ
κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον.
ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρ᾽ ἀφῖχθον ὡς ἐμέ.
Χορός
ποῦ; πᾷ; πῶς φῄς;
Ἔ
ποψ
320
φήμ᾽ ἀπ᾽ ἀνθρώπων ἀφῖχθαι δεῦρο πρεσβύτα δύο:
ἥκετον δ᾽ ἔχοντε πρέμνον πράγματος πελωρίου.
Χορός
ὦ μέγιστον ἐξαμαρτὼν ἐξ ὅτου ‘τράφην ἐγώ,
πῶς λέγεις;
Ἔ
ποψ
μήπω φοβηθῇς τὸν λόγον.
Χορός
τί μ᾽ ἠργάσω;
Ἔ
ποψ
ἄνδρ᾽ ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας.
Χορός
325
καὶ δέδρακας τοῦτο τοὔργον;
Ἔ
ποψ
καὶ δεδρακώς γ᾽ ἥδομαι.
Χορός
κἀστὸν ἤδη που παρ᾽ ἡμῖν;
Ἔ
ποψ
εἰ παρ᾽ ὑμῖν εἴμ᾽ ἐγώ.
Χορός
ἔα ἔα,
προδεδόμεθ᾽ ἀνόσιά τ᾽ ἐπάθομεν:
ὃς γὰρ φίλος ἦν ὁμότροφά θ᾽ ἡμῖν
330
ἐνέμετο πεδία παρ᾽ ἡμῖν,
παρέβη μὲν θεσμοὺς ἀρχαίους,
παρέβη δ᾽ ὅρκους ὀρνίθων:
ἐς δὲ δόλον ἐκάλεσε, παρέβαλέ τ᾽ ἐμὲ παρὰ
γένος ἀνόσιον, ὅπερ ἐξότ᾽ ἐγένετ᾽ ἐπ᾽ ἐμοὶ
335
πολέμιον ἐτράφη.
Χορός
ἀλλὰ πρὸς τοῦτον μὲν ἡμῖν ἐστιν ὕστερος λόγος:
τὼ δὲ πρεσβύτα δοκεῖ μοι τώδε δοῦναι τὴν δίκην
διαφορηθῆναί θ᾽ ὑφ᾽ ἡμῶν.
Πισθέταιρος
ὡς ἀπωλόμεσθ᾽ ἄρα.
Ἐ
υελπίδης
αἴτιος μέντοι σὺ νῷν εἶ τῶν κακῶν τούτων μόνος.
340
ἐπὶ τί γάρ μ᾽ ἐκεῖθεν ἦγες;
Πισθέταιρος
ἵν᾽ ἀκολουθοίης ἐμοί.
Ἐ
υελπίδης
ἵνα μὲν οὖν κλάοιμι μεγάλα.
Πισθέταιρος
τοῦτο μὲν ληρεῖς ἔχων
κάρτα: πῶς κλαύσει γάρ, ἢν ἅπαξ γε τὠφθαλμὼ ‘κκοπῇς;
Χορός
ἰὼ ἰώ,
ἔπαγ᾽ ἔπιθ᾽ ἐπίφερε πολέμιον
345
ὁρμὰν φονίαν, πτέρυγά τε παντᾷ
ἐπίβαλε περί τε κύκλωσαι:
ὡς δεῖ τώδ᾽ οἰμώζειν ἄμφω
καὶ δοῦναι ῥύγχει φορβάν.
οὔτε γὰρ ὄρος σκιερὸν οὔτε νέφος αἰθέριον
350
οὔτε πολιὸν πέλαγος ἔστιν ὅ τι δέξεται
τώδ᾽ ἀποφυγόντε με.
Χορός
ἀλλὰ μὴ μέλλωμεν ἤδη τώδε τίλλειν καὶ δάκνειν.
ποῦ ‘σθ᾽ ὁ ταξίαρχος; ἐπαγέτω τὸ δεξιὸν κέρας.
Ἐ
υελπίδης
τοῦτ᾽ ἐκεῖνο: ποῖφύγω δύστηνος;
Πισθέταιρος
οὗτος οὐ μενεῖς;
Ἐ
υελπίδης
355
ἵν᾽ ὑπὸ τούτων διαφορηθῶ;
Πισθέταιρος
πῶς γὰρ ἂν τούτους δοκεῖς
ἐκφυγεῖν;
Ἐ
υελπίδης
οὐκ οἶδ᾽ ὅπως ἄν.
Πισθέταιρος
ἀλλ᾽ ἐγώ τοί σοι λέγω,
ὅτι μένοντε δεῖ μάχεσθαι λαμβάνειν τε τῶν χυτρῶν.
Ἐ
υελπίδης
τί δὲ χύτρα νώ γ᾽ ὠφελήσει;
Πισθέταιρος
γλαῦξ μὲν οὐ πρόσεισι νῷν.
Ἐ
υελπίδης
τοῖς δὲ γαμψώνυξι τοισδί;
Πισθέταιρος
τὸν ὀβελίσκον ἁρπάσας
360
εἶτα κατάπηξον πρὸ σαυτοῦ.
Ἐ
υελπίδης
τοῖσι δ᾽ ὀφθαλμοῖσι τί;
Πισθέταιρος
ὀξύβαφον ἐντευθενὶ προσδοῦ λαβὼν ἢ τρύβλιον.
Ἐ
υελπίδης
ὦ σοφώτατ᾽, εὖ γ᾽ ἀνηῦρες αὐτὸ καὶ στρατηγικῶς:
ὑπερακοντίζεις σύ γ᾽ ἤδη Νικίαν ταῖς μηχαναῖς.
Χορός
ἐλελελεῦ χώρει κάθες τὸ ῥύγχος: οὐ μέλλειν ἐχρῆν.
365
ἕλκε τίλλε παῖε δεῖρε, κόπτε πρώτην τὴν χύτραν.
Ἔ
ποψ
εἰπέ μοι τί μέλλετ᾽ ὦ πάντων κάκιστα θηρίων
ἀπολέσαι παθόντες οὐδὲν ἄνδρε καὶ διασπάσαι
τῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενεῖ καὶ φυλέτα;
Χορός
φεισόμεσθα γάρ τι τῶνδε μᾶλλον ἡμεῖς ἢ λύκων;
370
ἢ τίνας τεισαίμεθ᾽ ἄλλους τῶνδ᾽ ἂν ἐχθίους ἔτι;
Ἔ
ποψ
εἰ δὲ τὴν φύσιν μὲν ἐχθροὶ τὸν δὲ νοῦν εἰσιν φίλοι,
καὶ διδάξοντές τι δεῦρ᾽ ἥκουσιν ὑμᾶς χρήσιμον;
Χορός
πῶς δ᾽ ἂν οἵδ᾽ ἡμᾶς τι χρήσιμον διδάξειάν ποτε
ἢ φράσειαν, ὄντες ἐχθροὶ τοῖσι πάπποις τοῖς ἐμοῖς;
Ἔ
ποψ
375
ἀλλ᾽ ἀπ᾽ ἐχθρῶν δῆτα πολλὰ μανθάνουσιν οἱ σοφοί.
ἡ γὰρ εὐλάβεια σῴζει πάντα. παρὰ μὲν οὖν φίλου
οὐ μάθοις ἂν τοῦθ᾽, ὁ δ᾽ ἐχθρὸς εὐθὺς ἐξηνάγκασεν.
αὐτίχ᾽ αἱ πόλεις παρ᾽ ἀνδρῶν γ᾽ ἔμαθον ἐχθρῶν κοὐ φίλων
ἐκπονεῖν θ᾽ ὑψηλὰ τείχη ναῦς τε κεκτῆσθαι μακράς:
380
τὸ δὲ μάθημα τοῦτο σῴζει παῖδας οἶκον χρήματα.
Χορός
ἔστι μὲν λόγων ἀκοῦσαι πρῶτον, ὡς ἡμῖν δοκεῖ,
χρήσιμον: μάθοι γὰρ ἄν τις κἀπὸ τῶν ἐχθρῶν σοφόν.
Πισθέταιρος
οἵδε τῆς ὀργῆς χαλᾶν εἴξασιν. ἄναγ᾽ ἐπὶ σκέλος.
Ἔ
ποψ
καὶ δίκαιόν γ᾽ ἐστὶ κἀμοὶ δεῖ νέμειν ὑμᾶς χάριν.
Χορός
385
ἀλλὰ μὴν οὐδ᾽ ἄλλο σοί πω πρᾶγμ᾽ ἐνηντιώμεθα.
Πισθέταιρος
μᾶλλον εἰρήνην ἄγουσι νὴ Δί᾽, ὥστε τὴν χύτραν
τώ τε τρυβλίω καθίει:
καὶ τὸ δόρυ χρή, τὸν ὀβελίσκον,
περιπατεῖν ἔχοντας ἡμᾶς
390
τῶν ὅπλων ἐντός, παρ᾽ αὐτὴν
τὴν χύτραν ἄκραν ὁρῶντας
ἐγγύς: ὡς οὐ φευκτέον νῷν.
Ἐ
υελπίδης
ἐτεὸν ἢν δ᾽ ἄρ᾽ ἀποθάνωμεν,
κατορυχθησόμεσθα ποῦ γῆς;
Πισθέταιρος
395
ὁ Κεραμεικὸς δέξεται νώ.
δημοσίᾳ γὰρ ἵνα ταφῶμεν,
φήσομεν πρὸς τοὺς στρατηγοὺς
μαχομένω τοῖς πολεμίοισιν
ἀποθανεῖν ἐν Ὀρνεαῖς.
Χορός
400
ἄναγ᾽ ἐς τάξιν πάλιν ἐς ταὐτόν,
καὶ τὸν θυμὸν κατάθου κύψας
παρὰ τὴν ὀργὴν ὥσπερ ὁπλίτης:
κἀναπυθώμεθα τούσδε τίνες ποτὲ
καὶ πόθεν ἔμολον
405
† ἐπὶ τίνα τ᾽ ἐπίνοιαν. †
ἰὼ ἔποψ σέ τοι καλῶ.
Ἔ
ποψ
καλεῖς δὲ τοῦ κλύειν θέλων;
Χορός
τίνες ποθ᾽ οἵδε καὶ πόθεν;
Ἔ
ποψ
ξείνω σοφῆς ἀφ᾽ Ἑλλάδος.
Χορός
410
τύχη δὲ ποία κομίζει
ποτ᾽ αὐτὼ πρὸς ὄρνιθας
ἐλθεῖν;
Ἔ
ποψ
ἔρως
βίου διαίτης τε καὶ
σοῦ ξυνοικεῖν τέ σοι
415
καὶ ξυνεῖναι τὸ πᾶν.
Χορός
τί φῄς;
λέγουσι δὴ τίνας λόγους;
Ἔ
ποψ
ἄπιστα καὶ πέρα κλύειν.
Χορός
ὁρᾷ τι κέρδος ἐνθάδ᾽ ἄξιον
μονῆς, ὅτῳ πέποιθ᾽
ἐμοὶ ξυνὼν
420
κρατεῖν ἂν ἢ τὸν ἐχθρὸν ἢ
φίλοισιν ὠφελεῖν ἔχειν;
Ἔ
ποψ
λέγει μέγαν τιν᾽ ὄλβον οὔτε
λεκτὸν οὔτε πιστόν: ὡς
σὰ γὰρ τὰ πάντα ταῦτα καὶ
425
τὸ τῇδε καὶ τὸ κεῖσε καὶ
τὸ δεῦρο προσβιβᾷ λέγων.
Χορός
πότερα μαινόμενος;
Ἔ
ποψ
ἄφατον ὡς φρόνιμος.
Χορός
ἔνι σοφόν τι φρενί;
Ἔ
ποψ
430
πυκνότατον κίναδος,
σόφισμα κύρμα τρῖμμα παιπάλημ᾽ ὅλον.
Χορός
λέγειν λέγειν κέλευέ μοι.
κλύων γὰρ ὧν σύ μοι λέγεις
λόγων ἀνεπτέρωμαι.
Ἔ
ποψ
435
ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλιν
ταύτην λαβόντε κρεμάσατον τύχἀγαθῇ
ἐς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου:
σὺ δὲ τούσδ᾽ ἐφ᾽ οἷσπερ τοῖς λόγοις συνέλεξ᾽ ἐγὼ
φράσον, δίδαξον.
Πισθέταιρος
μὰ τὸν Ἀπόλλω ‘γὼ μὲν οὔ,
440
ἢν μὴ διάθωνταί γ᾽ οἵδε διαθήκην ἐμοὶ
ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο,
ὁ μαχαιροποιός, μήτε δάκνειν τούτους ἐμὲ
μήτ᾽ ὀρχίπεδ᾽ ἕλκειν μήτ᾽ ὀρύττειν —
Χορός
οὔτι που
τόν — ; οὐδαμῶς.
Πισθέταιρος
οὔκ, ἀλλὰ τὠφθαλμὼ λέγω.
Χορός
διατίθεμαι ‘γώ.
Πισθέταιρος
κατόμοσόν νυν ταῦτά μοι.
Χορός
445
ὄμνυμ᾽ ἐπὶ τούτοις, πᾶσι νικᾶν τοῖς κριταῖς
καὶ τοῖς θεαταῖς πᾶσιν.
Πισθέταιρος
ἔσται ταυταγί.
Χορός
εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον.
Κ
ῆ
ρυξ
ἀκούετε λεῴ: τοὺς ὁπλίτας νυνμενὶ
ἀνελομένους θὤπλ᾽ ἀπιέναι πάλιν οἴκαδε,
450
σκοπεῖν δ᾽ ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις.
Χορός
δολερὸν μὲν ἀεὶ κατὰ πάντα δὴ τρόπον
πέφυκεν ἄνθρωπος: σὺ δ᾽ ὅμως λέγε μοι.
τάχα γὰρ τύχοις ἂν
χρηστὸν ἐξειπὼν ὅ τι μοι παρορᾷς, ἢ
455
δύναμίν τινα μείζω
παραλειπομένην ὑπ᾽ ἐμῆς φρενὸς ἀξυνέτου:
σὺ δὲ τοῦθ᾽ οὑρᾷς λέγ᾽ ἐς κοινόν.
ὃ γὰρ ἂν σὺ τύχῃς μοι
ἀγαθὸν πορίσας, τοῦτο κοινὸν ἔσται.
Χορός
460
ἀλλ᾽ ἐφ᾽ ὅτῳπερ πράγματι τὴν σὴν ἥκεις γνώμην ἀναπείσας,
λέγε θαρρήσας: ὡς τὰς σπονδὰς οὐ μὴ πρότεροι παραβῶμεν.
Πισθέταιρος
καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι,
ὃν διαμάττειν οὐ κωλύει: φέρε παῖ στέφανον: καταχεῖσθαι
κατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις.
Ἐ
υελπίδης
δειπνήσειν μέλλομεν; ἢ τί;
Πισθέταιρος
465
μὰ Δί᾽ ἀλλὰ λέγειν ζητῶ τι πάλαι μέγα καὶ λαρινὸν ἔπος τι,
ὅ το τὴν τούτων θραύσει ψυχήν: οὕτως ὑμῶν ὑπεραλγῶ,
οἵτινες ὄντες πρότερον βασιλῆς —
Χορός
ἡμεῖς βασιλῆς; τίνος;
Πισθέταιρος
ὑμεῖς
πάντων ὁπόσ᾽ ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ,
ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε,
καὶ γῆς.
Χορός
καὶ γῆς;
Πισθέταιρος
νὴ τὸν Ἀπόλλω.
Χορός
470
τουτὶ μὰ Δί᾽ οὐκ ἐπεπύσμην.
Πισθέταιρος
ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδ᾽ Αἴσωπον πεπάτηκας,
ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι,
προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρ᾽ αὐτῆς ἀποθνῄσκειν:
γῆν δ᾽ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον: τὴν δ᾽ ἀποροῦσαν
475
ὑπ᾽ ἀμηχανίας τὸν πατέρ᾽ αὑτῆς ἐν τῇ κεφαλῇ κατορύξαι.