Read Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) Online
Authors: Aristophanes
Γυν
ὴ
Β
.
ἀλλ᾽ οὐκ ἂν ἐγώ ποτ᾽ ἐσίγων.
Πρόβουλος
κἂν ᾤμωζές γ᾽, εἰ μὴ ‘σίγας.
Λυσιστράτη
τοιγὰρ ἔγωγ᾽ ἔνδον ἐσίγων.
... ἔτερόν τι πονηρότερον βούλευμ᾽ ἐπεπύσμεθ᾽ ἂν ὑμῶν:
εἶτ᾽ ἠρόμεθ᾽ ἄν: ‘πῶς ταῦτ᾽ ὦνερ διαπράττεσθ᾽ ὧδ᾽ ἀνοήτως;’
ὁ δέ μ᾽ εὐθὺς ὑποβλέψας ἂν ἔφασκ᾽, εἰ μὴ τὸν στήμονα νήσω,
520
ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν: ‘πόλεμος δ᾽ ἄνδρεσσι μελήσει.’
Πρόβουλος
ὀρθῶς γε λέγων νὴ Δί᾽ ἐκεῖνος.
Λυσιστράτη
πῶς ὀρθῶς ὦ κακόδαιμον,
εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι;
ὅτε δὴ δ᾽ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη,
‘οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ;’ ‘μὰ Δί᾽ οὐ δῆτ᾽,’ εἶφ᾽ ἕτερός τις:
525
μετὰ ταῦθ᾽ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ
ταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι;
ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητ᾽ ἀντακροᾶσθαι
κἀντισιωπᾶθ᾽ ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς.
Πρόβουλος
ὑμεῖς ἡμᾶς; δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε.
Λυσιστράτη
σιώπα.
Πρόβουλος
530
σοί γ᾽ ὦ κατάρατε σιωπῶ ‘γώ, καὶ ταῦτα κάλυμμα φορούσῃ
περὶ τὴν κεφαλήν; μή νυν ζῴην.
Λυσιστράτη
ἀλλ᾽ εἰ τοῦτ᾽ ἐμπόδιόν σοι,
παρ᾽ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν
ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν,
κᾆτα σιώπα
Γυν
ὴ
Γ
.
535
καὶ τοῦτον τὸν καλαθίσκον.
Λυσιστράτη
κᾆτα ξαίνειν ξυζωσάμενος
κυάμους τρώγων:
πόλεμος δὲ γυναιξὶ μελήσει.
Χορ
ὸ
ς
Γυναικ
ῶ
ν
αἰρώμεθ᾽ ὦ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂν
540
ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν.
Χορ
ὸ
ς
Γυναικ
ῶ
ν
ἔγωγε γὰρ ἂν οὔποτε κάμοιμ᾽ ἂν ὀρχουμένη,
†οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρός†:
ἐθέλω δ᾽ ἐπὶ πᾶν ἰέναι
μετὰ τῶνδ᾽ ἀρετῆς ἕνεχ᾽, αἷς
545
ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος,
ἔνι δὲ σοφόν, ἔνι δὲ φιλόπολις
ἀρετὴ φρόνιμος.
Χορ
ὸ
ς
Γυναικ
ῶ
ν
ἀλλ᾽ ὦ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν,
550
χωρεῖτ᾽ ὀργῇ καὶ μὴ τέγγεσθ᾽: ἔτι γὰρ νῦν οὔρια θεῖτε.
Λυσιστράτη
ἀλλ᾽ ἤνπερ ὅ τε γλυκύθυμος Ἔρως χἠ Κυπρογένει᾽ Ἀφροδίτη
ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ,
κᾆτ᾽ ἐντήξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς,
οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι.
Πρόβουλος
555
τί ποιησάσας;
Λυσιστράτη
ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν
ἀγοράζοντας καὶ μαινομένους.
Γυν
ὴ
Α
.
νὴ τὴν Παφίαν Ἀφροδίτην.
Λυσιστράτη
νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις κἀν τοῖς λαχάνοισιν ὁμοίως
περιέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες.
Πρόβουλος
νὴ Δία: χρὴ γὰρ τοὺς ἀνδρείους.
Λυσιστράτη
καὶ μὴν τό γε πρᾶγμα γέλοιον,
560
ὅταν ἀσπίδ᾽ ἔχων καὶ Γοργόνα τις κᾆτ᾽ ὠνῆται κορακίνους.
Γυν
ὴ
Β
.
νὴ Δί᾽ ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντ᾽ εἶδον ἐφ᾽ ἵππου
ἐς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός:
ἕτερος δ᾽ αὖ Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς,
ἐδεδίσκετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν.
Πρόβουλος
565
πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ
ἐν ταῖς χώραις καὶ διαλῦσαι;
Λυσιστράτη
φαύλως πάνυ.
Πρόβουλος
πῶς; ἀπόδειξον.
Λυσιστράτη
ὥσπερ κλωστῆρ᾽, ὅταν ἡμῖν ᾖ τεταραγμένος, ὧδε λαβοῦσαι,
ὑπενεγκοῦσαι τοῖσιν ἀτράκτοις τὸ μὲν ἐνταυθοῖ τὸ δ᾽ ἐκεῖσε,
οὕτως καὶ τὸν πόλεμον τοῦτον διαλύσομεν, ἤν τις ἐάσῃ,
570
διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ τὸ δ᾽ ἐκεῖσε.
Πρόβουλος
ἐξ ἐρίων δὴ καὶ κλωστήρων καὶ ἀτράκτων πράγματα δεινὰ
παύσειν οἴεσθ᾽ ὦ ἀνόητοι;
Λυσιστράτη
κἂν ὑμῖν γ᾽ εἴ τις ἐνῆν νοῦς,
ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθ᾽ ἂν ἅπαντα.
Πρόβουλος
πῶς δή; φέρ᾽ ἴδω.
Λυσιστράτη
πρῶτον μὲν ἐχρῆν, ὥσπερ πόκου ἐν βαλανείῳ
575
ἐκπλύναντας τὴν οἰσπώτην, ἐκ τῆς πόλεως ἐπὶ κλίνης
ἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι,
καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺς
ἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι:
εἶτα ξαίνειν ἐς καλαθίσκον κοινὴν εὔνοιαν, ἅπαντας
580
καταμιγνύντας τούς τε μετοίκους κεἴ τις ξένος ἢ φίλος ὑμῖν,
κεἴ τις ὀφείλει τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι:
καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδ᾽ εἰσὶν ἄποικοι,
διαγιγνώσκειν ὅτι ταῦθ᾽ ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖται
χωρὶς ἕκαστον: κᾆτ᾽ ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας
585
δεῦρο ξυνάγειν καὶ συναθροίξειν εἰς ἕν, κἄπειτα ποιῆσαι
τολύπην μεγάλην κᾆτ᾽ ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι.
Πρόβουλος
οὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίξειν καὶ τολυπεύειν,
αἶς οὐδὲ μετῆν πάνυ τοῦ πολέμου;
Λυσιστράτη
καὶ μὴν ὦ παγκατάρατε
πλεῖν ἤ γε διπλοῦν αὐτὸν φέρομεν, πρώτιστον μέν γε τεκοῦσαι
590
κἀκπέμψασαι παῖδας ὁπλίτας.
Πρόβουλος
σίγα, μὴ μνησικακήσῃς.
Λυσιστράτη
εἶθ᾽ ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι,
μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. καὶ θἠμέτερον μὲν ἐᾶτε,
περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι.
Πρόβουλος
οὔκουν χἄνδρες γηράσκουσιν;
Λυσιστράτη
μὰ Δί᾽ ἀλλ᾽ οὐκ
εἶπας ὅμοιον.
595
ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν:
τῆς δὲ γυναικὸς σμικρὸς ὁ καιρός, κἂν τούτου μὴ ‘πιλάβηται,
οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται.
Πρόβουλος
ἀλλ᾽ ὅστις ἔτι στῦσαι δυνατὸς —
Λυσιστράτη
σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις;
600
†χωρίον ἐστί:† σορὸν ὠνήσει:
μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω.
λαβὲ ταυτὶ καὶ στεφάνωσαι.
Γυν
ὴ
Ξ
.
καὶ ταυτασὶ δέξαι παρ᾽ ἐμοῦ.
Γυν
ὴ
Α
.
καὶ τουτονγὶ λαβὲ τὸν στέφανον.
Λυσιστράτη
605
τοῦ δεῖ; τί ποθεῖς; χώρει ‘ς τὴν ναῦν:
ὁ Χάρων σε καλεῖ,
σὺ δὲ κωλύεις ἀνάγεσθαι.
Πρόβουλος
εἶτ᾽ οὐχὶ ταῦτα δεινὰ πάσχειν ἔστ᾽ ἐμέ;
νὴ τὸν Δί᾽ ἀλλὰ τοῖς προβούλοις ἄντικρυς
610
ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω.
Λυσιστράτη
μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε;
ἀλλ᾽ ἐς τρίτην γοῦν ἡμέραν σοὶ πρῲ πάνυ
ἥξει παρ᾽ ἡμῶν τὰ τρίτ᾽ ἐπεσκευασμένα.
Χορ
ὸ
ς
γερόντων
οὐκέτ᾽ ἔργον ἐγκαθεύδειν ὅστις ἔστ᾽ ἐλεύθερος,
615
ἀλλ᾽ ἐπαποδυώμεθ᾽ ἄνδρες τουτῳὶ τῷ πράγματι.
ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνων
Χορ
ὸ
ς
γερόντων
πραγμάτων μοι δοκεῖ,
καὶ μάλιστ᾽ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος:
620
καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς
δεῦρο συνεληλυθότες ἄνδρες ἐς Κλεισθένους
τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρωσιν δόλῳ
καταλαβεῖν τὰ χρήμαθ᾽ ἡμῶν τόν τε μισθόν,
625
ἔνθεν ἔζων ἐγώ.
Χορ
ὸ
ς
γερόντων
δεινὰ γάρ τοι τάσδε γ᾽ ἤδη τοὺς πολίτας νουθετεῖν,
καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι,
καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς,
οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι.
630
ἀλλὰ ταῦθ᾽ ὕφηναν ἡμῖν ἄνδρες ἐπὶ τυραννίδι.
ἀλλ᾽ ἐμοῦ μὲν οὐ τυραννεύσουσ᾽, ἐπεὶ φυλάξομαι
καὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί,
ἀγοράσω τ᾽ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι,
ὧδέ θ᾽ ἑστήξω παρ᾽ αὐτόν: †αὐτὸς† γάρ μοι γίγνεται
635
τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.
Χορ
ὸ
ς
Γυναικ
ῶ
ν
οὐκ ἄρ᾽ εἰσιόντα σ᾽ οἴκαδ᾽ ἡ τεκοῦσα γνώσεται.
ἀλλὰ θώμεσθ᾽ ὦ φίλαι γρᾶες ταδί πρῶτον χαμαί.
ἡμεῖς γὰρ ὦ πάντες ἀστοὶ λόγων κατάρχομεν
τῇ πόλει χρησίμων:
640
εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με.
ἑπτὰ μὲν ἔτη γεγῶσ᾽ εὐθὺς ἠρρηφόρουν:
εἶτ᾽ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι:
645
κᾆτ᾽ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις:
κἀκανηφόρουν ποτ᾽ οὖσα παῖς καλὴ ‘χουσ᾽
ἰσχάδων ὁρμαθόν:
Χορ
ὸ
ς
Γυναικ
ῶ
ν
ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι;
εἰ δ᾽ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι,
650
ἢν ἀμείνω γ᾽ εἰσενέγκω τῶν παρόντων πραγμάτων.
τοὐράνου γάρ μοι μέτεστι: καὶ γὰρ ἄνδρας ἐσφέρω,
τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθ᾽ ὑμῖν, ἐπεὶ
τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν
εἶτ᾽ ἀναλώσαντες οὐκ ἀντεσφέρετε τὰς ἐσφοράς,
655
ἀλλ᾽ ὑφ᾽ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν.
ἆρα γρυκτόν ἐστιν ὑμῖν; εἰ δὲ λυπήσεις τί με,
τῷδέ γ᾽ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.
Χορ
ὸ
ς
γερόντων
ταῦτ᾽ οὖν οὐχ ὕβρις τὰ πράγματ᾽ ἐστὶ
660
πολλή; κἀπιδώσειν μοι δοκεῖ τὸ χρῆμα μᾶλλον.
ἀλλ᾽ ἀμυντέον τὸ πρᾶγμ᾽ ὅστις γ᾽ ἐνόρχης ἔστ᾽ ἀνήρ.
ἀλλὰ τὴν ἐξωμίδ᾽ ἐκδυώμεθ᾽, ὡς τὸν ἄνδρα δεῖ
ἀνδρὸς ὄζειν εὐθύς, ἀλλ᾽ οὐν ἐντεθριῶσθαι πρέπει.
665
ἀλλ᾽ ἄγετε λευκόποδες, οἵπερ επὶ Λείψύδριον ἤλθομεν ὅτ᾽ ἦμεν ἔτι,
νῦν δεῖ νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι
670
πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.
Χορ
ὸ
ς
γερόντων
εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν,
οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας,
ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσ᾽ ἔτι
675
ναυμαχεῖν καὶ πλεῖν ἐφ᾽ ἡμἁς ὥσπε, Ἀρτεμισία.
ἢν δ᾽ ἐφ᾽ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας.
ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή,
κοὐκ ἂν ἀπολίσθοι τρέχοντος: τὰς δ᾽ Ἀμαζόνας σκόπει,
ἃς Μίκων ἔγραψ᾽ ἐφ᾽ ἵππων μαχομένας τοῖς ἀνδράσιν.
680
ἀλλὰ τούτων χρῆν ἁπασῶν ἐς τετρημένον ξύλον
ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.
Χορ
ὸ
ς
Γυναικ
ῶ
ν
εἰ νὴ τὼ θεώ με ζωπυρήσεις,
λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποιήσω
685
τήμερον τοὺς δημότας βωστρεῖν σ᾽ ἐγὼ πεκτούμενον.
ἀλλὰ χἠμεῖς ὦ γυναῖκες θᾶττον ἐκδυώμεθα,
ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων.
νῦν πρὸς ἔμ᾽ ἴτω τις, ἵνα μή ποτε φάγῃ σκόροδα, μηδὲ
690
κυάμους μέλανας.
ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, ὑπερχολῶ γάρ,
695
αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι.
Χορ
ὸ
ς
Γυναικ
ῶ
ν
οὐ γὰρ ὑμῶν φροντίσαιμ᾽ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ
ἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία.
οὐ γὰρ ἔσται δύναμις, οὐδ᾽ ἢν ἑπτάκις σὺ ψηφίσῃ,
ὅστις ὦ δύστην᾽ ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν.
700
ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ
τοῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσ᾽ ἐκ τῶν γειτόνων,
παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν:
οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα.
κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν
705
τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων.
Χορ
ὸ
ς
Γυναικ
ῶ
ν
ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος,
τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;
Λυσιστράτη
κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν
ποιεῖ μ᾽ ἄθυμον περιπατεῖν τ᾽ ἄνω κάτω.
Χορ
ὸ
ς
Γυναικ
ῶ
ν
710
τί φῄς; τί φῄς;
Λυσιστράτη
ἀληθῆ, ἀληθῆ.
Χορ
ὸ
ς
Γυναικ
ῶ
ν
τί δ᾽ ἐστὶ δεινόν; φράζε ταῖς σαυτῆς φίλαις.
Λυσιστράτη
ἀλλ᾽ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.
Χορ
ὸ
ς
Γυναικ
ῶ
ν
μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν.
Λυσιστράτη
715
βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου.
Χορ
ὸ
ς
Γυναικ
ῶ
ν
ἰὼ Ζεῦ.
Λυσιστράτη
τί Ζῆν᾽ ἀυτεῖς; ταῦτα δ᾽ οὖν οὕτως ἔχει.
ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι
οἵα τ᾽ ἀπὸ τῶν ἀνδρῶν: διαδιδράσκουσι γάρ.
720
τὴν μέν γε πρώτην διαλέγουσαν τὴν ὀπὴν
κατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον,
τὴν δ᾽ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην,
τὴν δ᾽ αὐτομολοῦσαν, τὴν δ᾽ ἐπὶ στρούθου †μίαν†
ἤδη πέτεσθαι διανοουμένην κάτω
725
ἐς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα.
πάσας τε προφάσεις ὥστ᾽ ἀπελθεῖν οἴκαδε
ἕλκουσιν. ἤδη γοῦν τις αὐτῶν ἔρχεται.
αὕτη σὺ ποῖ θεῖς;
Γυν
ὴ
Α
.
οἴκαδ᾽ ἐλθεῖν βούλομαι.
οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια
730
ὑπὸ τῶν σέων κατακοπτόμενα.
Λυσιστράτη
ποίων σέων;
οὐκ εἶ πάλιν;
Γυν
ὴ
Α
.
ἀλλ᾽ ἥξω ταχέως νὴ τὼ θεὼ
ὅσον διαπετάσασ᾽ ἐπὶ τῆς κλίνης μόνον.