Read Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) Online
Authors: Aristophanes
Ποσειδ
ῶ
ν
1640
τί δαὶ ποιῶμεν;
Ἡ
ρακλ
ῆ
ς
ὅ τι; διαλλαττώμεθα.
Ποσειδ
ῶ
ν
τί δ᾽ ᾠζύρ᾽; οὐκ οἶσθ᾽ ἐξαπατώμενος πάλαι;
βλάπτεις δέ τοι σὺ σαυτόν. ἢν γὰρ ἀποθάνῃ
ὁ Ζεὺς παραδοὺς τούτοισι τὴν τυραννίδα,
πένης ἔσει σύ. σοῦ γὰρ ἅπαντα γίγνεται
1645
τὰ χρήμαθ᾽, ὅσ᾽ ἂν ὁ Ζεὺς ἀποθνῄσκων καταλίπῃ.
Πισθέταιρος
οἴμοι τάλας οἷόν σε περισοφίζεται.
δεῦρ᾽ ὡς ἔμ᾽ ἀποχώρησον, ἵνα τί σοι φράσω.
διαβάλλεταί σ᾽ ὁ θεῖος ὦ πόνηρε σύ.
τῶν γὰρ πατρῴων οὐδ᾽ ἀκαρῆ μέτεστί σοι
1650
κατὰ τοὺς νόμους: νόθος γὰρ εἶ κοὐ γνήσιος.
Ἡ
ρακλ
ῆ
ς
ἐγὼ νόθος; τί λέγεις;
Πισθέταιρος
σὺ μέντοι νὴ Δία
ὤν γε ξένης γυναικός. ἢ πῶς ἄν ποτε
ἐπίκληρον εἶναι τὴν Ἀθηναίαν δοκεῖς,
οὖσαν θυγατέρ᾽, ὄντων ἀδελφῶν γυησίων;
Ἡ
ρακλ
ῆ
ς
1655
τί δ᾽ ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα
νοθεἶ ἀποθνῄσκων;
Πισθέταιρος
ὁ νόμος αὐτὸν οὐκ ἐᾷ.
οὗτος ὁ Ποσειδῶν πρῶτος, ὃς ἐπαίρει σε νῦν,
ἀνθέξεταί σου τῶν πατρῴων χρημάτων
φάσκων ἀδελφὸς αὐτὸς εἶναι γνήσιος.
1660
ἐρῶ δὲ δὴ καὶ τὸν Σόλωνός σοι νόμον:
‘νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν παίδων ὄντων
1665
γνησίων. ἐὰν δὲ παῖδες μὴ ὦσι γνήσιοι, τοῖς
ἐγγυτάτω γένους μετεῖναι τῶν χρημάτων.’
Ἡ
ρακλ
ῆ
ς
ἐμοὶ δ᾽ ἄρ᾽ οὐδὲν τῶν πατρῴων χρημάτων
μέτεστιν;
Πισθέταιρος
οὐ μέντοι μὰ Δία. λέξον δέ μοι,
ἤδη σ᾽ ὁ πατὴρ εἰσήγαγ᾽ ἐς τοὺς φράτερας;
Ἡ
ρακλ
ῆ
ς
1670
οὐ δῆτ᾽ ἐμέ γε. καὶ δῆτ᾽ ἐθαύμαζον πάλαι.
Πισθέταιρος
τί δῆτ᾽ ἄνω κέχηνας αἴκειαν βλέπων;
ἀλλ᾽ ἢν μεθ᾽ ἡμῶν ᾖς, καταστήσας σ᾽ ἐγὼ
τύραννον ὀρνίθων παρέξω σοι γάλα.
Ἡ
ρακλ
ῆ
ς
δίκαι᾽ ἔμοιγε καὶ πάλαι δοκεῖς λέγειν
1675
περὶ τῆς κόρης, κἄγωγε παραδίδωμί σοι.
Πισθέταιρος
τί δαὶ σὺ φῄς;
Ποσειδ
ῶ
ν
τἀναντία ψηφίζομαι.
Πισθέταιρος
ἐν τῷ Τριβαλλῷ πᾶν τὸ πρᾶγμα. τί σὺ λέγεις;
Τριβαλλός
καλάνι κόραυνα καὶ μεγάλα βασιλιναῦ
ὄρνιτο παραδίδωμι.
Ἡ
ρακλ
ῆ
ς
παραδοῦναι λέγει.
Ποσειδ
ῶ
ν
1680
μὰ τὸν Δί᾽ οὐχ οὗτός γε παραδοῦναι λέγει,
εἰ μὴ † βαδίζειν † ωἅσπερ αἱ χελιδόσιν λέγει.
Πισθέταιρος
οὐκοῦν παραδοῦναι ταῖς χελιδόσιν λέγει.
Ποσειδ
ῶ
ν
σφὼ νῦν διαλλάττεσθε καὶ ξυμβαίνετε:
ἐγὼ δ᾽, ἐπειδὴ σφῷν δοκεῖ, σιγήσομαι.
Ἡ
ρακλ
ῆ
ς
1685
ἡμῖν ἃ λέγεις σὺ πάντα συγχωρεῖν δοκεῖ.
ἀλλ᾽ ἴθι μεθ᾽ ἡμῶν αὐτὸς ἐς τὸν οὐρανόν,
ἵνα τὴν Βασίλειαν καὶ τὰ πάντ᾽ ἐκεῖ λάβῃς.
Πισθέταιρος
ἐς καιρὸν ἆρα κατεκόπησαν οὑτοιὶ
ἐς τοὺς γάμους.
Ἡ
ρακλ
ῆ
ς
βούλεσθε δῆτ᾽ ἐγὼ τέως
1690
ὀπτῶ τὰ κρέα ταυτὶ μένων; ὑμεῖς δ᾽ ἴτε.
Ποσειδ
ῶ
ν
ὀπτᾷς τὰ κρέα; πολλήν γε τενθείαν λέγεις.
οὐκ εἶ μεθ᾽ ἡμῶν;
Ἡ
ρακλ
ῆ
ς
εὖ γε μέντἂν διετέθην.
Πισθέταιρος
ἀλλὰ γαμικὴν χλανίδα δότω τις δεῦρό μοι.
Χορός
ἔστι δ᾽ ἐν Φαναῖσι πρὸς τῇ
1695
Κλεψύδρᾳ πανοῦργον ἐγ-
γλωττογαστόρων γένος,
οἳ θερίζουσίν τε καὶ σπείρουσι
καὶ τρυγῶσι ταῖς γλώτταισι
συκάζουσί τε:
1700
βάρβαροι δ᾽ εἰσὶν γένος,
Γοργίαι τε καὶ Φίλιπποι.
κἀπὸ τῶν ἐγγλωττογαστόρων
ἐκείνων τῶν Φιλίππων
πανταχοῦ τῆς Ἀττικῆς ἡ
1705
γλῶττα χωρὶς τέμνεται.
Ἄ
γγελος
ὦ πάντ᾽ ἀγαθὰ πράττοντες, ὦ μείζω λόγου,
ὦ τρισμακάριον πτηνὸν ὀρνίθων γένος,
δέχεσθε τὸν τύραννον ὀλβίοις δόμοις.
προσέρχεται γὰρ οἷς οὔτε παμφαὴς
1710
ἀστὴρ ἰδεῖν ἔλαμψε χρυσαυγεῖ δόμῳ,
οὔθ᾽ ἡλίου τηλαυγὲς ἀκτίνων σέλας
τοιοῦτον ἐξέλαμψεν, οἶον ἔρχεται
ἔχων γυναικὸς κάλλος οὐ φατὸν λέγειν,
πάλλων κεραυνόν, πτεροφόρον Διὸς βέλος:
1715
ὀσμὴ δ᾽ ἀνωνόμαστος ἐς βάθος κύκλου
χωρεῖ, καλὸν θέαμα: θυμιαμάτων δ᾽
αὖραι διαψαίρουσι πλεκτάνην καπνοῦ.
ὁδὶ δὲ καὐτός ἐστιν. ἀλλὰ χρὴ θεᾶς
Μούσης ἀνοίγειν ἱερὸν εὔφημον στόμα.
Χορός
1720
ἄναγε δίεχε πάραγε πάρεχε.
περιπέτεσθε
τὸν μάκαρα μάκαρι σὺν τύχᾳ.
ὦ φεῦ φεῦ τῆς ὥρας τοῦ κάλλους.
1725
ὦ μακαριστὸν σὺ γάμον τῇδε πόλει γημας.
Χορός
μεγάλαι μεγάλαι κατέχουσι τύχαι
γένος ὀρνίθων
διὰ τόνδε τὸν ἄνδρ᾽. ἀλλ᾽ ὑμεναίοις
καὶ νυμφιδίοισι δέχεσθ᾽ ᾠδαῖς
1730
αὐτὸν καὶ τὴν Βασίλειαν.
Χορός
Ἥρᾳ ποτ᾽ Ὀλυμπίᾳ
τῶν ἠλιβάτων θρόνων
ἄρχοντα θεοῖς μέγαν
Μοῖραι ξυνεκοίμισαν
1735
ἐν τοιῷδ᾽ ὑμεναίῳ.
Ὑμὴν ὦ Ὑμέναι᾽ ὦ,
Ὑμὴν ὦ Ὑμέναι᾽ ὦ.
Χορός
ὁ δ᾽ ἀμφιθαλὴς Ἔρως
χρυσόπτερος ἡνίας
ηὔθυνε παλιντόνους,
1740
Ζηνὸς πάροχος γάμων
τῆς τ᾽ εὐδαίμονος Ἥρας.
Ὑμὴν ὦ Ὑμέναι᾽ ὦ,
Ὑμὴν ὦ Ὑμέναι᾽ ὦ.
Πισθέταιρος
ἐχάρην ὕμνοις, ἐχάρην ᾠδαῖς:
ἄγαμαι δὲ λόγων. ἄγε νυν αὐτοῦ
1745
καὶ τὰς χθονίας κλῄσατε βροντὰς
τάς τε πυρώδεις Διὸς ἀστεροπὰς
δεινόν τ᾽ ἀργῆτα κεραυνόν.
Χορός
ὦ μέγα χρύσεον ἀστεροπῆς φάος,
ὦ Διὸς ἄμβροτον ἔγχος πυρφόρον,
1750
ὦ χθόνιαι βαρυαχέες
ὀμβροφόροι θ᾽ ἅμα βρονταί,
αἷς ὅδε νῦν χθόνα σείει.
διὰ σὲ τὰ πάντα κρατήσας
καὶ πάρεδρον Βασίλειαν ἔχει Διός.
Ὑμὴν ὦ Ὑμέναι᾽ ὦ.
Πισθέταιρος
1755
ἔπεσθε νῦν γάμοισιν ὦ
φῦλα πάντα συννόμων
πτεροφόρ᾽ ἐπὶ δάπεδον Διὸς
καὶ λέχος γαμήλιον.
ὄρεξον ὦ μάκαιρα σὴν
1760
χεῖρα καὶ πτερῶν ἐμῶν
λαβοῦσα συγχόρευσον: αἴρων
δὲ κουφιῶ σ᾽ ἐγώ.
Χορός
ἀλαλαλαὶ ἰὴ παιών,
τήνελλα καλλίνικος, ὦ
1765
δαιμόνων ὑπέρτατε.
LYSISTRATA
Λυσιστράτη
ἀλλ᾽ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
ἢ ‘ς Πανὸς ἢ ‘πὶ Κωλιάδ᾽ ἢ ‘ς Γενετυλλίδος,
οὐδ᾽ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
νῦν δ᾽ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή:
5
πλὴν ἥ γ᾽ ἐμὴ κωμῆτις ἥδ᾽ ἐξέρχεται.
χαῖρ᾽ ὦ Καλονίκη.
Καλονίκη
καὶ σύ γ᾽ ὦ Λυσιστράτη.
τί συντετάραξαι; μὴ σκυθρώπαζ᾽ ὦ τέκνον.
οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.
Λυσιστράτη
ἀλλ᾽ ὦ Καλονίκη κάομαι τὴν καρδίαν,
10
καὶ πόλλ᾽ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,
ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
εἶναι πανοῦργοι —
Καλονίκη
καὶ γάρ ἐσμεν νὴ Δία.
Λυσιστράτη
εἰρημένον δ᾽ αὐταῖς ἀπαντᾶν ἐνθάδε
βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
15
εὕδουσι κοὐχ ἥκουσιν.
Καλονίκη
ἀλλ᾽ ὦ φιλτάτη
ἥξουσι: χαλεπή τοι γυναικῶν ἔξοδος.
ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ᾽ ἐκύπτασεν,
ἡ δ᾽ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον
κατέκλινεν, ἡ δ᾽ ἔλουσεν, ἡ δ᾽ ἐψώμισεν.
Λυσιστράτη
20
ἀλλ᾽ ἕτερά τἄρ᾽ ἦν τῶνδε προὐργιαίτερα
αὐταῖς.
Καλονίκη
τί δ᾽ ἐστὶν ὦ φίλη Λυσιστράτη,
ἐφ᾽ ὅ τι ποθ᾽ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;
τί τὸ πρᾶγμα; πηλίκον τι;
Λυσιστράτη
μέγα.
Καλονίκη
μῶν καὶ παχύ;
Λυσιστράτη
καὶ νὴ Δία παχύ.
Καλονίκη
κᾆτα πῶς οὐχ ἥκομεν;
Λυσιστράτη
25
οὐχ οὗτος ὁ τρόπος: ταχὺ γὰρ ἂν ξυνήλθομεν.
ἀλλ᾽ ἔστιν ὑπ᾽ ἐμοῦ πρᾶγμ᾽ ἀνεζητημένον
πολλαῖσί τ᾽ ἀγρυπνίαισιν ἐρριπτασμένον.
Καλονίκη
ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον.
Λυσιστράτη
οὕτω γε λεπτὸν ὥσθ᾽ ὅλης τῆς Ἑλλάδος
30
ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.
Καλονίκη
ἐν ταῖς γυναιξίν; ἐπ᾽ ὀλίγου γ᾽ ὠχεῖτ᾽ ἄρα.
Λυσιστράτη
ὡς ἔστ᾽ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,
ἢ μηκέτ᾽ εἶναι μήτε Πελοποννησίους —
Καλονίκη
βέλτιστα τοίνυν μηκέτ᾽ εἶναι νὴ Δία.
Λυσιστράτη
35
Βοιωτίους τε πάντας ἐξολωλέναι.
Καλονίκη
μὴ δῆτα πάντας γ᾽, ἀλλ᾽ ἄφελε τὰς ἐγχέλεις.
Λυσιστράτη
περὶ τῶν Ἀθηνῶν δ᾽ οὐκ ἐπιγλωττήσομαι
τοιοῦτον οὐδέν: ἀλλ᾽ ὑπονόησον σύ μοι.
ἢν δὲ ξυνέλθωσ᾽ αἱ γυναῖκες ἐνθάδε
40
αἵ τ᾽ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων
ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.
Καλονίκη
τί δ᾽ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο
ἢ λαμπρόν, αἳ καθήμεθ᾽ ἐξηνθισμέναι,
κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
45
καὶ Κιμμερίκ᾽ ὀρθοστάδια καὶ περιβαρίδας;
Λυσιστράτη
ταῦτ᾽ αὐτὰ γάρ τοι κἄσθ᾽ ἃ σώσειν προσδοκῶ,
τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες
χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.
Καλονίκη
τίνα δὴ τρόπον ποθ᾽;
Λυσιστράτη
ὥστε τῶν νῦν μηδένα
50
ἀνδρῶν ἐπ᾽ ἀλλήλοισιν ἄρεσθαι δόρυ —
Καλονίκη
κροκωτὸν ἄρα νὴ τὼ θεὼ ‘γὼ βάψομαι.
Λυσιστράτη
μηδ᾽ ἀσπίδα λαβεῖν —
Καλονίκη
Κιμμερικὸν ἐνδύσομαι.
Λυσιστράτη
μηδὲ ξιφίδιον.
Καλονίκη
κτήσομαι περιβαρίδας.
Λυσιστράτη
ἆρ᾽ οὐ παρεῖναι τὰς γυναῖκας δῆτ᾽ ἐχρῆν;
Καλονίκη
55
οὐ γὰρ μὰ Δί᾽ ἀλλὰ πετομένας ἥκειν πάλαι.
Λυσιστράτη
ἀλλ᾽ ὦ μέλ᾽ ὄψει τοι σφόδρ᾽ αὐτὰς Ἀττικάς,
ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον.
ἀλλ᾽ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα,
οὐδ᾽ ἐκ Σαλαμῖνος.
Καλονίκη
ἀλλ᾽ ἐκεῖναί γ᾽ οἶδ᾽ ὅτι
60
ἐπὶ τῶν κελήτων διαβεβήκασ᾽ ὄρθριαι.
Λυσιστράτη
οὐδ᾽ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ
πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων
γυναῖκας, οὐχ ἥκουσιν.
Καλονίκη
ἡ γοῦν Θεογένους
ὡς δεῦρ᾽ ἰοῦσα θοὐκάταιον ἤρετο.
65
ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.
Λυσιστράτη
αἱδί θ᾽ ἕτεραι χωροῦσί τινες.
Καλονίκη
ἰοὺ ἰού,
πόθεν εἰσίν;
Λυσιστράτη
Ἀναγυρουντόθεν.
Καλονίκη
νὴ τὸν Δία:
ὁ γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.
Μυρρίνη
μῶν ὕστεραι πάρεσμεν ὦ Λυσιστράτη;
70
τί φῄς; τί σιγᾷς;
Λυσιστράτη
οὔ σ᾽ ἐπαινῶ Μυρρίνη
ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.
Μυρρίνη
μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον.
ἀλλ᾽ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.
Λυσιστράτη
μὰ Δί᾽ ἀλλ᾽ ἐπαναμείνωμεν ὀλίγου γ᾽ οὕνεκα
75
τάς τ᾽ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων
γυναῖκας ἐλθεῖν.
Μυρρίνη
πολὺ σὺ κάλλιον λέγεις.
ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται.
Λυσιστράτη
ὦ φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ.
οἷον τὸ κάλλος γλυκυτάτη σου φαίνεται.
80
ὡς δ᾽ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.
κἂν ταῦρον ἄγχοις.
Λαμπιτώ
μάλα γ᾽ οἰῶ ναὶ τὼ σιώ:
γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.
Καλονίκη
ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις.
Λαμπιτώ
ᾇπερ ἱερεῖόν τοί μ᾽ ὑποψαλάσσετε.
Λυσιστράτη
85
ἡδὶ δὲ ποδαπή ‘σθ᾽ ἡ νεᾶνις ἡτέρα;
Λαμπιτώ
πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία
ἵκει ποθ᾽ ὑμέ.
Μυρρίνη
νὴ μὰ Δία Βοιωτία,
καλόν γ᾽ ἔχουσα τὸ πεδίον.
Καλονίκη
καὶ νὴ Δία
κομψότατα τὴν βληχώ γε παρατετιλμένη.
Λυσιστράτη
90
τίς δ᾽ ἡτέρα παῖς;
Λαμπιτώ
χαΐα ναὶ τὼ σιώ,
Κορινθία δ᾽ αὖ.
Καλονίκη
χαΐα νὴ τὸν Δία
δήλη ‘στὶν οὖσα ταυταγὶ τἀντευθενί.
Λαμπιτώ
τίς δ᾽ αὖ ξυναλίαξε τόνδε τὸν στόλον
τὸν τᾶν γυναικῶν;
Λυσιστράτη
ἥδ᾽ ἐγώ.
Λαμπιτώ
μύσιδδέ τοι
95
ὅ τι λῇς ποθ᾽ ἁμέ.
Καλονίκη
νὴ Δί᾽ ὦ φίλη γύναι,
λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτ᾽ ἐστί σοι.
Λυσιστράτη
λέγοιμ᾽ ἂν ἤδη. πρὶν λέγειν δ᾽, ὑμᾶς τοδὶ
ἐπερήσομαί τι μικρόν.
Καλονίκη
ὅ τι βούλει γε σύ.
Λυσιστράτη
τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων
100
ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδ᾽ ὅτι
πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.
Καλονίκη
ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλαν
ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.
Μυρρίνη
ὁ δ᾽ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.
Λαμπιτώ
105
ὁ δ᾽ ἐμός γα καἴ κ᾽ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,
πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.
Λυσιστράτη
ἀλλ᾽ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.
ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,
οὐκ εἶδον οὐδ᾽ ὄλισβον ὀκτωδάκτυλον,
110
ὃς ἦν ἂν ἡμῖν σκυτίνη ‘πικουρία.
ἐθέλοιτ᾽ ἂν οὖν, εἰ μηχανὴν εὕροιμ᾽ ἐγώ,
μετ᾽ ἐμοῦ καταλῦσαι τὸν πόλεμον;