Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics) (18 page)

BOOK: Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics)
4.63Mb size Format: txt, pdf, ePub
ads

 
οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ
ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη·
θῆρες δὲ φρίσσουσ’, οὐρὰς δ’ ὑπὸ μέζε’ ἔθεντο·
τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν
ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων·
515
 
καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται οὐδέ μιν ἴσχει,
καί τε δι’ αἶγα ἄησι τανύτριχα· πώεα δ’ οὔτι,
οὕνεκ’ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησι
ἲς ἀνέμου Βορέω· τροχαλὸν δὲ γέροντα τίθησιν
καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,
520
 
ἥ τε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει,
οὔπω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης,
εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπ’ ἐλαίῳ
χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου,
ἤματι χειμερίῳ, ὅτ’ ἀνόστεος ὃν πόδα τένδει
525
 
ἔν τ’ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν·
οὐ γάρ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι,
ἀλλ’ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε
στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.
καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται
530
 
λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα,
φεύγουσιν, καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,
οἷ σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχουσι
κὰκ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτοὶ ἶσοι,
οὗ τ’ ἐπὶ νῶτα ἔαγε, κάρη δ’ εἰς οὖδας ὁρᾶται·
535
 
τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.
 Καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,
χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα·
στήμονι δ’ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι·
τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι
540
 
μηδ’ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα·
ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο
ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας·
πρωτογόνων δ’ ἐρίφων, ὁπότ’ ἂν κρύος ὥριον ἔλθῃ,
δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρ’ ἐπὶ νώτῳ
545
 
ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δ’ ὕπερθεν
πῖλον ἔχειν ἀσκητόν, ἵν’ οὔατα μὴ καταδεύῃ.
ψυχρὴ γάρ τ’ ἠὼς πέλεται Βορέαο πεσόντος,
ἠῷος δ’ ἐπὶ γαῖαν ἀπ’ οὐρανοῦ ἀστερόεντος
ἀὴρ πυροφόροις τέταται μακάρων ἐπὶ ἔργοις,
550
 
ὅς τε ἀρυσσάμενος ποταμῶν ἀπὸ αἰεναόντων,
ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ,
ἄλλοτε μέν θ’ ὕει ποτὶ ἕσπερον, ἄλλοτ’ ἄησι,
πυκνὰ Θρηικίου Βορέω νέφεα κλονέοντος.
τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,
555
 
μή ποτέ σ’ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ,
χρῶτα δὲ μυδαλέον θήῃ κατά θ’ εἵματα δεύσῃ·
ἀλλ’ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος,
χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δ’ ἀνθρώποις.
τῆμος τὤμισυ βουσίν, ἐπ’ ἀνέρι δὲ πλέον εἴη
560
 
ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.
[ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν
ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰς ὅ κεν αὖτις
γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.]
 Εὖτ’ ἂν δ’ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο
565
 
χειμέρι’ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότ’ ἀστὴρ
Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο
πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.
τὸν δὲ μέτ’ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν
ἐς φάος ἀνθρώποις ἔαρος νέον ἱσταμένοιο·
570
 
τὴν φθάμενος οἴνας περιταμνέμεν· ὣς γὰρ ἄμεινον.
 Ἀλλ’ ὁπότ’ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ
Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων,
ἀλλ’ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·
φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπ’ ἠόα κοῖτον
575
 
ὥρῃ ἐν ἀμήτου, ὅτε τ’ ἠέλιος χρόα κάρφει·
τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν
ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.
ἠὼς γὰρ [τ’] ἔργοιο τρίτην ἀπομείρεται αἶσαν,
ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου,
580
 
ἠώς, ἥ τε φανεῖσα πολέας ἐπέβησε κελεύθου
ἀνθρώπους πολλοῖσί τ’ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.
 Ἦμος δὲ σκόλυμός τ’ ἀνθεῖ καὶ ἠχέτα τέττιξ
δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετ’ ἀοιδὴν
πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ,
585
 
τῆμος πιόταταί τ’ αἶγες, καὶ οἶνος ἄριστος,
μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες
εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει,
αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότ’ ἤδη
εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος
590
 
μάζα τ’ ἀμολγαίη γάλα τ’ αἰγῶν σβεννυμενάων
καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης
πρωτογόνων τ’ ἐρίφων· ἐπὶ δ’ αἴθοπα πινέμεν οἶνον,
ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς,
ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα·
595
 
κρήνης δ’ ἀενάου καὶ ἀπορρύτου ἥ τ’ ἀθόλωτος
τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
 Δμωσὶ δ’ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν
δινέμεν, εὖτ’ ἂν πρῶτα φανῇ σθένος Ὠρίωνος,
χώρῳ ἐν εὐαεῖ καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.
600
 
μέτρῳ δ’ εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴ
πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου,
θῆτά τ’ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον
δίζησθαι κέλομαι· χαλεπὴ δ’ ὑπόπορτις ἔριθος·
καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου,
605
 
μή ποτέ σ’ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθ’ ἕληται.
χόρτον δ’ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη
βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα
δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.
 Εὖτ’ ἂν δ’ Ὠρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ
610
 
οὐρανόν, Ἀρκτοῦρον δὲ ἴδῃ ῥοδοδάκτυλος Ἠώς,
ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς,
δεῖξαι δ’ ἠελίῳ δέκα τ’ ἤματα καὶ δέκα νύκτας,
πέντε δὲ συσκιάσαι, ἕκτῳ δ’ εἰς ἄγγε’ ἀφύσσαι
δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ
615
 
Πληιάδες θ’ Ὑάδες τε τό τε σθένος Ὠρίωνος
δύνωσιν, τότ’ ἔπειτ’ ἀρότου μεμνημένος εἶναι
ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἴη.
 Εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ·
εὖτ’ ἂν Πληιάδες σθένος ὄβριμον Ὠρίωνος
620
 
φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον,
δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται·
καὶ τότε μηκέτι νῆα ἔχειν ἐνὶ οἴνοπι πόντῳ,
γῆν δ’ ἐργάζεσθαι μεμνημένος ὥς σε κελεύω·
νῆα δ’ ἐπ’ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι
625
 
πάντοθεν, ὄφρ’ ἴσχωσ’ ἀνέμων μένος ὑγρὸν ἀέντων,
χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.
ὅπλα δ’ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ,
εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο·
πηδάλιον δ’ εὐεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.
630
 
αὐτὸς δ’ ὡραῖον μίμνειν πλόον εἰς ὅ κεν ἔλθῃ·
καὶ τότε νῆα θοὴν ἅλαδ’ ἑλκέμεν, ἐν δέ τε φόρτον
ἄρμενον ἐντύνασθαι, ἵν’ οἴκαδε κέρδος ἄρηαι,
ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρση,
πλωίζεσκ’ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ·
635
 
ὅς ποτε καὶ τεῖδ’ ἦλθε πολὺν διὰ πόντον ἀνύσσας,
Κύμην Αἰολίδα προλιπὼν ἐν νηὶ μελαίνῃ,
οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον,
ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν.
νάσσατο δ’ ἄγχ’ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ,
640
 
Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτ’ ἐσθλῇ.
τύνη δ’, ὦ Πέρση, ἔργων μεμνημένος εἶναι
ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.
νῆ’ ὀλίγην αἰνεῖν, μεγάλῃ δ’ ἐνὶ φορτία θέσθαι·
μείζων μὲν φόρτος, μεῖζον δ’ ἐπὶ κέρδεϊ κέρδος
645
 
ἔσσεται, εἴ κ’ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.
 Εὖτ’ ἂν ἐπ’ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν
βούληαι [δὲ] χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα,
δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,
οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.
650
 
οὐ γάρ πώ ποτε νηὶ [γ’] ἐπέπλων εὐρέα πόντον,
εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτ’ Ἀχαιοὶ
μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν
Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.
ἔνθα δ’ ἐγὼν ἐπ’ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος
655
 
Χαλκίδα [τ’] εἰσεπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ
ἄεθλ’ ἔθεσαν παῖδες μεγαλήτορες· ἔνθα μέ φημι
ὕμνῳ νικήσαντα φέρειν τρίποδ’ ὠτώεντα.
τὸν μὲν ἐγὼ Μούσῃσ’ Ἑλικωνιάδεσσ’ ἀνέθηκα
ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.
660
 
τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων·
ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·
Μοῦσαι γάρ μ’ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.
 Ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,
ἐς τέλος ἐλθόντος θέρεος, καματώδεος ὥρης,
665
 
ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα
καυάξαις οὔτ’ ἄνδρας ἀποφθείσειε θάλασσα,
εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων
ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι·
ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.
670
 
τῆμος δ’ εὐκρινέες τ’ αὖραι καὶ πόντος ἀπήμων·
εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας
ἑλκέμεν ἐς πόντον φόρτον τ’ ἐς πάντα τίθεσθαι·
σπεύδειν δ’ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι
μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον
675
 
καὶ χειμῶν’ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας,
ὅς τ’ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ
πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.
ἄλλος δ’ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν·
ἦμος δὴ τὸ πρῶτον, ὅσον τ’ ἐπιβᾶσα κορώνη
680
 
ἴχνος ἐποίησεν, τόσσον πέταλ’ ἀνδρὶ φανήῃ
ἐν κράδῃ ἀκροτάτῃ, τότε δ’ ἄμβατός ἐστι θάλασσα·
εἰαρινὸς δ’ οὗτος πέλεται πλόος· οὔ μιν ἔγωγε
αἴνημ’, οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν·
ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ
685
 
ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο·
χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.
δεινὸν δ’ ἐστὶ θανεῖν μετὰ κύμασιν· ἀλλά σ’ ἄνωγα
φράζεσθαι τάδε πάντα μετὰ φρεσὶν ὡς ἀγορεύω.
μηδ’ ἐν νηυσὶν ἅπαντα βίον κοίλῃσι τίθεσθαι,
690
 
ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι·
δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι·
δεινὸν δ’ εἴ κ’ ἐπ’ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας
ἄξονα καυάξαις καὶ φορτία μαυρωθείη.
μέτρα φυλάσσεσθαι· καιρὸς δ’ ἐπὶ πᾶσιν ἄριστος.
695
 
Ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι,
μήτε τριηκόντων ἐτέων μάλα πόλλ’ ἀπολείπων
μήτ’ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος·
ἡ δὲ γυνὴ τέτορ’ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο.
παρθενικὴν δὲ γαμεῖν, ὥς κ’ ἤθεα κεδνὰ διδάξῃς,
700
 
[τὴν δὲ μάλιστα γαμεῖν, ἥτις σέθεν ἐγγύθι ναίει]
πάντα μάλ’ ἀμφὶς ἰδών, μὴ γείτοσι χάρματα γήμῃς.
οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ’ ἄμεινον
τῆς ἀγαθῆς, τῆς δ’ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,
δειπνολόχης, ἥ τ’ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα
705
 
εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν.
[εὖ δ’ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.]
μὴ δὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον·
εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξαι
μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δέ σέ γ’ ἄρχῃ
710
 
ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας,
δὶς τόσα τείνυσθαι μεμνημένος· εἰ δέ κεν αὖτις
ἡγῆτ’ ἐς φιλότητα, δίκην δ’ ἐθέλῃσι παρασχεῖν,
δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον
ποιεῖται· σὲ δὲ μή τι νόος κατελεγχέτω εἶδος.
715
 
μηδὲ πολύξεινον μηδ’ ἄξεινον καλέεσθαι,
μηδὲ κακῶν ἕταρον μηδ’ ἐσθλῶν νεικεστῆρα.
μηδέ ποτ’ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ
τέτλαθ’ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.
γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος
720
 
φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης·
εἰ δὲ κακὸν εἴποις, τάχα κ’ αὐτὸς μεῖζον ἀκούσαις.
μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι·
ἐκ κοινοῦ πλείστη τε χάρις δαπάνη τ’ ὀλιγίστη.
[μηδέ ποτ’ ἐξ ἠοῦς Διὶ λείβειν αἴθοπα οἶνον
725
 
χερσὶν ἀνίπτοισιν μηδ’ ἄλλοις ἀθανάτοισιν·
οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τ’ ἀράς.
μηδ’ ἄντ’ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν,
αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τ’ ἀνιόντα,
730
 
μὴ δ’ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν.
μήτ’ ἐν ὁδῷ μήτ’ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς·
ἑζόμενος δ’ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς,
ἢ ὅ γε πρὸς τοῖχον πελάσας εὐερκέος αὐλῆς.
μηδ’ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου
ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλ’ ἀλέασθαι.
735
 
μηδ’ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα
σπερμαίνειν γενεήν, ἀλλ’ ἀθανάτων ἀπὸ δαιτός.
μηδ’ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ’ ἐξαλέασθαι.
μηδέ ποτ’ ἀενάων ποταμῶν καλλίρροον ὕδωρ
ποσσὶ περᾶν πρίν γ’ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα
χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.
740
 
ὃς ποταμὸν διαβῇ κακότητ’ ἰδὲ χεῖρας ἄνιπτος,
τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.
μηδ’ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ
αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.
μηδέ ποτ’ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν
745
 
πινόντων· ὀλοὴ γὰρ ἐπ’ αὐτῷ μοῖρα τέτυκται.
μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,
μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.
μηδ’ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα
ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔπι ποινή.
750
 
μηδ’ ἐπ’ ἀκινήτοισι καθίζειν, οὐ γὰρ ἄμεινον,
παῖδα δυωδεκαταῖον, ὅ τ’ ἀνέρ’ ἀνήνορα ποιεῖ,
μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.
μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι
ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστ’ ἐπὶ καὶ τῷ
755
 
ποινή. μηδ’ ἱεροῖσιν ἐπ’ αἰθομένοισι κυρήσας
μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ.
μηδέ ποτ’ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων
μηδ’ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ’ ἐξαλέασθαι·
μηδ’ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.]
760
 
ὧδ’ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην·
φήμη γάρ τε κακὴ πέλεται κούφη μὲν ἀεῖραι
ῥεῖα μάλ’, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δ’ ἀποθέσθαι.
φήμη δ’ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα πολλοὶ

BOOK: Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics)
4.63Mb size Format: txt, pdf, ePub
ads

Other books

Doctor Copernicus by John Banville
Las Hermanas Penderwick by Jeanne Birdsall
Milk and Honey by Rupi Kaur
Warming Trend by Karin Kallmaker
Crave by Melissa Darnell
Life As I Blow It by Sarah Colonna