Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics) (22 page)

BOOK: Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics)
11.43Mb size Format: txt, pdf, ePub
ads

ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει,
770
 
νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας
σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,
ἐξελθεῖν δ’ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων
ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.
[ἰφθίμου τ’ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.]
775
 
ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,
δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο
πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει
μακρῇσιν πέτρῃσι κατηρεφέ’· ἀμφὶ δὲ πάντῃ
κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
780
 
παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις
†ἀγγελίη πωλεῖται ἐπ’ εὐρέα νῶτα θαλάσσης.
ὁππότ’ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται,
καί ῥ’ ὅστις ψεύδηται Ὀλύμπια δώματ’ ἐχόντων,
Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι
785
 
τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ,
ψυχρόν, ὅ τ’ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο
ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν·
Ὠκεανοῖο κέρας, δεκάτη δ’ ἐπὶ μοῖρα δέδασται·
790
 
ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,
ἡ δὲ μί’ ἐκ πέτρης προρέει, μέγα πῆμα θεοῖσιν.
ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ
ἀθανάτων οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
795
 
κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·
οὐδέ ποτ’ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον
βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος
στρωτοῖς ἐν λεχέεσσι, κακὸν δ’ ἐπὶ κῶμα καλύπτει.
αὐτὰρ ἐπὴν νοῦσον τελέσει μέγαν εἰς ἐνιαυτόν,
800
 
ἄλλος δ’ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἆθλος·
εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,
οὐδέ ποτ’ ἐς βουλὴν ἐπιμίσγεται οὐδ’ ἐπὶ δαῖτας
ἐννέα πάντ’ ἔτεα· δεκάτῳ δ’ ἐπιμίσγεται αὖτις
†εἰρέας ἀθανάτων οἳ Ὀλύμπια δώματ’ ἔχουσι.
805
 
τοῖον ἄρ’ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ,
ὠγύγιον· τὸ δ’ ἵησι καταστυφέλου διὰ χώρου.
 ἔνθα δὲ γῆς δνοφερῆς καὶ ταρτάρου ἠερόεντος
πόντου τ’ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
ἑξείης πάντων πηγαὶ καὶ πείρατ’ ἔασιν,
810
 
ἀργαλέ’ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.
ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδός,
ἀστεμφὲς ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,
αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων
Τιτῆνες ναίουσι, πέρην χάεος ζοφεροῖο.
815
 
αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι
δώματα ναιετάουσιν ἐπ’ Ὠκεανοῖο θεμέθλοις,
Κόττος τ’ ἠδὲ Γύγης· Βριάρεών γε μὲν ἠὺν ἐόντα
γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,
δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.
820
 
αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπ’ οὐρανοῦ ἐξέλασε Ζεύς,
ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη
Ταρτάρου ἐν φιλότητι διὰ χρυσῆν Ἀφροδίτην·
οὗ χεῖρες †μὲν ἔασιν ἐπ’ ἰσχύι ἔργματ’ ἔχουσαι, †
καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων
825
 
ἦν ἑκατὸν κεφαλαὶ ὄφιος δεινοῖο δράκοντος,
γλώσσῃσι δνοφερῇσι λελιχμότες· ἐν δέ οἱ ὄσσε
θεσπεσίῃς κεφαλῇσιν ὑπ’ ὀφρύσι πῦρ ἀμάρυσσεν·
[πασέων δ’ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·]
φωναὶ δ’ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι,
830
 
παντοίην ὄπ’ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ
φθέγγονθ’ ὥς τε θεοῖσι συνιέμεν, ἄλλοτε δ’ αὖτε
ταύρου ἐριβρύχεω μένος ἀσχέτου ὄσσαν ἀγαύρου,
ἄλλοτε δ’ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,
ἄλλοτε δ’ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματ’ ἀκοῦσαι,
835
 
ἄλλοτε δ’ αὖ ῥοίζεσχ’, ὑπὸ δ’ ἤχεεν οὔρεα μακρά.
καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ,
καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,
εἰ μὴ ἄρ’ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
σκληρὸν δ’ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα
840
 
σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε
πόντός τ’ Ὠκεανοῦ τε ῥοαὶ καὶ τάρταρα γαίης.
ποσσὶ δ’ ὕπ’ ἀθανάτοισι μέγας πελεμίζετ’ Ὄλυμπος
ὀρνυμένοιο ἄνακτος· ἐπεστονάχιζε δὲ γαῖα.
καῦμα δ’ ὑπ’ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον
845
 
βροντῆς τε στεροπῆς τε πυρός τ’ ἀπὸ τοῖο πελώρου
πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος·
ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·
θυῖε δ’ ἄρ’ ἀμφ’ ἀκτὰς περί τ’ ἀμφί τε κύματα μακρὰ
ῥιπῇ ὕπ’ ἀθανάτων, ἔνοσις δ’ ἄσβεστος ὀρώρει·
850
 
τρέε δ’ Ἀίδης ἐνέροισι καταφθιμένοισιν ἀνάσσων
Τιτῆνές θ’ ὑποταρτάριοι Κρόνον ἀμφὶς ἐόντες
ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
 Ζεὺς δ’ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δ’ ὅπλα,
βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
855
 
πλῆξεν ἀπ’ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας
ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
αὐτὰρ ἐπεὶ δή μιν δάμασε πληγῇσιν ἱμάσσας,
ἤριπε γυιωθείς, στονάχιζε δὲ γαῖα πελώρη·
φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος
860
 
οὔρεος ἐν βήσσῃσιν †ἀιδνῆς παιπαλοέσσης
πληγέντος, πολλὴ δὲ πελώρη καίετο γαῖα
αὐτμῇ θεσπεσίῃ, καὶ ἐτήκετο κασσίτερος ὣς
τέχνῃ ὑπ’ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι
θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν,
865
 
οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ
τήκεται ἐν χθονὶ δίῃ ὑφ’ Ἡφαίστου παλάμῃσιν·
ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.
ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς τάρταρον εὐρύν.
 ἐκ δὲ Τυφωέος ἔστ’ ἀνέμων μένος ὑγρὸν ἀέντων,
870
 
νόσφι Νότου Βορέω τε καὶ ἀργεστέω Ζεφύροιο·
οἵ γε μὲν ἐκ θεόφιν γενεήν, θνητοῖς μέγ’ ὄνειαρ.
αἱ δ’ ἄλλαι μὰψ αὖραι ἐπιπνείουσι θάλασσαν·
αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,
πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·
875
 
ἄλλοτε δ’ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας
ναύτας τε φθείρουσι· κακοῦ δ’ οὐ γίνεται ἀλκὴ
ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον.
αἱ δ’ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν
ἔργ’ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων,
880
 
πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ.
 αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,
Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,
δή ῥα τότ’ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν
Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν
885
 
ἀθανάτων· ὁ δὲ τοῖσιν ἐὺ διεδάσσατο τιμάς.
 Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν,
πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.
ἀλλ’ ὅτε δὴ ἄρ’ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην
τέξεσθαι, τότ’ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας
890
 
αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδύν,
Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος·
τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν
ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.
ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι·
895
 
πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν,
ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν,
αὐτὰρ ἔπειτ’ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν
ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·
ἀλλ’ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,
900
 
ὥς οἱ συμφράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.
 - - -
 δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,
Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,
αἵ τ’ ἔργ’ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,
Μοίρας θ’, ᾗς πλείστην τιμὴν πόρε μητίετα Ζεύς,
905
 
Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵ τε διδοῦσι
θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.
 τρεῖς δέ οἱ Εὐρυνόμη Χάριτας τέκε καλλιπαρήους,
Ὠκεανοῦ κούρη πολυήρατον εἶδος ἔχουσα,
Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τ’ ἐρατεινήν·
910
 
τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων
λυσιμελής· καλὸν δέ θ’ ὑπ’ ὀφρύσι δερκιόωνται.
 αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν·
ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς
ἥρπασεν ἧς παρὰ μητρός, ἔδωκε δὲ μητίετα Ζεύς.
915
 
Μνημοσύνης δ’ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.
 Λητὼ δ’ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν
ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων
920
 
γείνατ’ ἄρ’ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα.
 λοισθοτάτην δ’ Ἥρην θαλερὴν ποιήσατ’ ἄκοιτιν·
ἡ δ’ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε
μιχθεῖσ’ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.
 αὐτὸς δ’ ἐκ κεφαλῆς γλαυκώπιδα γείνατ’ Ἀθήνην,
925
 
δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον ἀτρυτώνην,
πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε·
Ἥρη δ’ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα
γείνατο, καὶ ζαμένησε καὶ ἤρισεν ᾧ παρακοίτῃ,
ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.
930
 
ἐκ δ’ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου
Τρίτων εὐρυβίης γένετο μέγας, ὅς τε θαλάσσης
πυθμέν’ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι
ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι
ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε,
935
 
δεινούς, οἵ τ’ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας
ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,
Ἁρμονίην θ’, ἣν Κάδμος ὑπέρθυμος θέτ’ ἄκοιτιν.
 Ζηνὶ δ’ ἄρ’ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
κήρυκ’ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
940
 
Καδμηὶς δ’ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν
μιχθεῖσ’ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,
ἀθάνατον θνητή· νῦν δ’ ἀμφότεροι θεοί εἰσιν.
 Ἀλκμήνη δ’ ἄρ’ ἔτικτε βίην Ἡρακληείην
μιχθεῖσ’ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
945
 
Ἀγλαΐην δ’ Ἥφαιστος ἀγακλυτὸς ἀμφιγυήεις
ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατ’ ἄκοιτιν.
 χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,
κούρην Μίνωος, θαλερὴν ποιήσατ’ ἄκοιτιν·
τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρων θῆκε Κρονίων.
950
 
Ἥβην δ’ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός,
ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,
παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,
αἰδοίην θέτ’ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι·
ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας
955
 
ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα.
 Ἠελίῳ δ’ ἀκάμαντι τέκε κλυτὸς Ὠκεανίνη
Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.
Αἰήτης δ’ υἱὸς φαεσιμβρότου Ἠελίοιο
κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο
960
 
γῆμε θεῶν βουλῇσιν, Ἰδυῖαν καλλιπάρηον·
ἣ δή οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι
γείναθ’ ὑποδμηθεῖσα διὰ χρυσῆν Ἀφροδίτην.
 ὑμεῖς μὲν νῦν χαίρετ’, Ὀλύμπια δώματ’ ἔχοντες,
νῆσοί τ’ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος·
965
 
νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι
Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,
ὅσσαι δὴ θνητοῖσι παρ’ ἀνδράσιν εὐνηθεῖσαι
ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
 Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο δῖα θεάων,
970
 
Ἰασίῳ ἥρωι μιγεῖσ’ ἐρατῇ φιλότητι
νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,
ἐσθλόν, ὃς εἶσ’ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
πᾶσαν· τῷ δὲ τυχόντι καὶ οὗ κ’ ἐς χεῖρας ἵκηται,
τὸν δὴ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.
975
 
Κάδμῳ δ’ Ἁρμονίη, θυγάτηρ χρυσῆς Ἀφροδίτης,
Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρηον
Αὐτονόην θ’, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,
γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.
 κούρη δ’ Ὠκεανοῦ Χρυσάορι καρτεροθύμῳ
980
 
μιχθεῖσ’ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης
Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,
Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη
βοῶν ἕνεκ’ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.
 Τιθωνῷ δ’ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,
985
 
Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.
αὐτάρ τοι Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,
ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα·
τόν ῥα νέον τέρεν ἄνθος ἔχοντ’ ἐρικυδέος ἥβης
παῖδ’ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη
990
 
ὦρτ’ ἀνερειψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς
νηοπόλον μύχιον ποιήσατο, δαίμονα δῖον.
 κούρην δ’ Αἰήταο διοτρεφέος βασιλῆος
Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων
ἦγε παρ’ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους,
995
 
τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ,
ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος ὀβριμοεργός·
τοὺς τελέσας ἐς Ἰωλκὸν ἀφίκετο πολλὰ μογήσας
ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην
Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατ’ ἄκοιτιν.
1000
 
καί ῥ’ ἥ γε δμηθεῖσ’ ὑπ’ Ἰήσονι ποιμένι λαῶν
Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων
Φιλλυρίδης· μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.
 αὐτὰρ Νηρῆος κοῦραι ἁλίοιο γέροντος,
ἤτοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων
1005
 
Αἰακοῦ ἐν φιλότητι διὰ χρυσῆν Ἀφροδίτην·
Πηλεῖ δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα
γείνατ’ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
 Αἰνείαν δ’ ἄρ’ ἔτικτεν ἐυστέφανος Κυθέρεια,
Ἀγχίσῃ ἥρωι μιγεῖσ’ ἐρατῇ φιλότητι
1010
 
Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης.
 Κίρκη δ’ Ἠελίου θυγάτηρ Ὑπεριονίδαο
γείνατ’ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι
Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε·
[Τηλέγονον δὲ ἔτικτε διὰ χρυσῆν Ἀφροδίτην·]
1015
 
οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων
πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον.
 Ναυσίθοον δ’ Ὀδυσῆι Καλυψὼ δῖα θεάων
γείνατο Ναυσίνοόν τε μιγεῖσ’ ἐρατῇ φιλότητι.
 αὗται μὲν θνητοῖσι παρ’ ἀνδράσιν εὐνηθεῖσαι
1020
 
ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
[νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι
Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.]
 

 

ΑΣΠΙΣ (THE SHIELD OF HERACLES)

... Ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν
ἤλυθεν ἐς Θήβας μετ’ ἀρήιον Ἀμφιτρύωνα
Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·
ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων
5
 
εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε
τάων ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.
τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τ’ ἄπο κυανεάων
τοῖον ἄηθ’ οἷόν τε πολυχρύσου Ἀφροδίτης.
ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,
10
 
ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων·
ἦ μέν οἱ πατέρ’ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,
χωσάμενος περὶ βουσί· λιπὼν δ’ ὅ γε πατρίδα γαῖαν
ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.
ἔνθ’ ὅ γε δώματ’ ἔναιε σὺν αἰδοίῃ παρακοίτι
15
 
νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν
πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης
πρίν γε φόνον τείσαιτο κασιγνήτων μεγαθύμων
ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας
ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.
20
 
τὼς γάρ οἱ διέκειτο, θεοὶ δ’ ἐπὶ μάρτυροι ἦσαν·
τῶν ὅ γ’ ὀπίζετο μῆνιν, ἐπείγετο δ’ ὅττι τάχιστα
ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν.
τῷ δ’ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε
Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,
25
 
Λοκροί τ’ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι
ἕσποντ’· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο
κυδιόων λαοῖσι. πατὴρ δ’ ἀνδρῶν τε θεῶν τε
ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν
ἀνδράσι τ’ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
30
 
ὦρτο δ’ ἀπ’ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,
ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,
ἐννύχιος· τάχα δ’ ἷξε Τυφαόνιον· τόθεν αὖτις
Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.
ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·
35
 
αὐτῇ μὲν γὰρ νυκτὶ τανισφύρου Ἠλεκτρυώνης
εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δ’ ἄρ’ ἐέλδωρ·
αὐτῇ δ’ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,
ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε,
οὐδ’ ὅ γε πρὶν δμῶας καὶ ποιμένας ἀγροιώτας
40
 
ὦρτ’ ἰέναι, πρίν γ’ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς·
τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.
[ὡς δ’ ὅτ’ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα
νούσου ὑπ’ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,
ὥς ῥα τότ’ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας
45
 
ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν.]
παννύχιος δ’ ἄρ’ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι
τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.
ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ
Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε,
50
 
οὐκέθ’ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην·
τὸν μὲν χειρότερον, τὸν δ’ αὖ μέγ’ ἀμείνονα φῶτα
δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην,
τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,
αὐτὰρ Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι·
55
 
κεκριμένην γενεήν, τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα,
τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.
 Ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.
εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος
αὐτὸν καὶ πατέρα ὃν Ἄρη’, ἄατον πολέμοιο,
60
 
τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,
ἑσταότ’ ἐν δίφρῳ· χθόνα δ’ ἔκτυπον ὠκέες ἵπποι
νύσσοντες χηλῇσι, κόνις δέ σφ’ ἀμφιδεδήει
κοπτομένη πλεκτοῖσιν ὑφ’ ἅρμασι καὶ ποσὶν ἵππων·
ἅρματα δ’ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον
65
 
ἵππων ἱεμένων. κεχάρητο δὲ Κύκνος ἀμύμων,
ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε
χαλκῷ δῃώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.
ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων·
αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.
70
 
πᾶν δ’ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου
λάμπεν ὑπαὶ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ,
πῦρ δ’ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου
ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι
πλήν γ’ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;
75
 
[κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.]
ὅς ῥα τόθ’ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον·
 “Ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων,
ἦ τι μέγ’ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,
80
 
ἤλιτεν Ἀμφιτρύων, ὅτ’ ἐυστέφανον ποτὶ Θήβην
ἦλθε λιπὼν Τίρυνθον, ἐυκτίμενον πτολίεθρον,
κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκ’ εὐρυμετώπων·
ἵκετο δ’ ἐς Κρείοντα καὶ Ἡνιόχην τανύπεπλον,
οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρματα πάντα παρεῖχον,
85
 
ἣ δίκη ἔσθ’ ἱκέτῃσι, τίον δ’ ἄρα κηρόθι μᾶλλον.
ζῶε δ’ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ,
ᾗ ἀλόχῳ· τάχα δ’ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν
γεινόμεθ’ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα,
σός τε πατὴρ καὶ ἐγώ· τοῦ μὲν φρένας ἐξέλετο Ζεύς,
90
 
ὃς προλιπὼν σφέτερόν τε δόμον σφετέρους τε τοκῆας
ᾤχετο τιμήσων ἀλιτήμενον Εὐρυσθῆα,
σχέτλιος· ἦ που πολλὰ μετεστοναχίζετ’ ὀπίσσω
ἣν ἄτην ὀχέων· ἣ δ’ οὐ παλινάγρετός ἐστιν.
αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετ’ ἀέθλους.
95
 
ὦ φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχ’ ἡνία φοινικόεντα
ἵππων ὠκυπόδων· μέγα δὲ φρεσὶ θάρσος ἀέξων
ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων,
μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο,
ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος
100
 
Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος·
ἦ μὴν καὶ κράτερός περ ἐὼν ἄαται πολέμοιο.”
 Τὸν δ’ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος·
“ἠθεῖ’, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε
τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος,
105
 
ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα,
οἷον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε
σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι.
ἀλλ’ ἄγε δύσεο τεύχε’ ἀρήια, ὄφρα τάχιστα
δίφρους ἐμπελάσαντες Ἄρηός θ’ ἡμέτερόν τε
110
 
μαρνώμεσθ’, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν
οὐδ’ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω
φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο,
οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο
φυλόπιδα στήσειν, τά σφιν πολὺ φίλτερα θοίνης.”
115
 
Ὣς φάτο· μείδησεν δὲ βίη Ἡρακληείη
θυμῷ γηθήσας· μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν·
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
“ἥρως ὦ Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦ
ὑσμίνη τρηχεῖα· σὺ δ’ ὡς πάρος ἦσθα δαΐφρων,
120
 
ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην
πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν ὥς κε δύνηαι.”
 Ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ,
Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκε.
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
125
 
καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε
Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότ’ ἔμελλε
τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.
θήκατο δ’ ἀμφ’ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον,
δεινὸς ἀνήρ· κοίλην δὲ περὶ στήθεσσι φαρέτρην
130
 
κάββαλεν ἐξόπιθεν· πολλοὶ δ’ ἔντοσθεν ὀιστοὶ
ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες·
πρόσθεν μὲν θάνατόν τ’ εἶχον καὶ δάκρυσι μῦρον,
μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε
μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν.
135
 
εἵλετο δ’ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ.
κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε,
δαιδαλέην, ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν,
ἥ τ’ εἴρυτο κάρη Ἡρακλῆος θείοιο.
 Χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐδέ τις αὐτὸ
140
 
οὔτ’ ἔρρηξε βαλὼν οὔτ’ ἔθλασε, θαῦμα ἰδέσθαι.
πᾶν μὲν γὰρ κύκλῳ τιτάνῳ λευκῷ τ’ ἐλέφαντι
ἠλέκτρῳ θ’ ὑπολαμπὲς ἔην χρυσῷ τε φαεινῷ
[λαμπόμενον, κυάνου δὲ διὰ πτύχες ἠλήλαντο].
ἐν μέσσῳ δ’ ἀδάμαντος ἔην Φόβος οὔ τι φατειός,
145
 
ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς·
τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκαθεόντων,
δεινῶν, ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου
δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν,
σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν
150
 
οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν.
[τῶν καὶ ψυχαὶ μὲν χθόνα δύνουσ’ Ἄιδος εἴσω
αὐτῶν, ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης
Σειρίου ἀζαλέοιο κελαινῇ πύθεται αἴῃ.]
 Ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο,
155
 
ἐν δ’ Ὅμαδός τε Φόνος τ’ Ἀνδροκτασίη τε δεδήει,
[ἐν δ’ Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δ’ ὀλοὴ Κὴρ
ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·
εἷμα δ’ ἔχ’ ἀμφ’ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,
160
 
δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα.]
 Ἐν δ’ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν,
δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλ’ ἀνθρώπων
[οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν].
τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο
165
 
Ἀμφιτρυωνιάδης· τὰ δ’ ἐδαίετο θαυματὰ ἔργα·
στίγματα δ’ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσι·
κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια.
 Ἐν δὲ συῶν ἀγέλαι χλούνων ἔσαν ἠδὲ λεόντων
ἐς σφέας δερκομένων, κοτεόντων θ’ ἱεμένων τε.
170
 
τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν, οὐδέ νυ τώ γε
οὐδέτεροι τρεέτην, φρῖσσόν γε μὲν αὐχένας ἄμφω.
ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι
δοιοί, ἀπουράμενοι ψυχάς· κατὰ δέ σφι κελαινὸν
αἷμ’ ἀπελείβετ’ ἔραζ’· οἳ δ’ αὐχένας ἐξεριπόντες
175
 
κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν·
τοὶ δ’ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι,
ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.
 Ἐν δ’ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων
Καινέα τ’ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε
180
 
Ὁπλέα τ’ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε
Μόψον τ’ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος
Θησέα τ’ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·
ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχε’ ἔχοντες.
Κένταυροι δ’ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο
185
 
ἀμφὶ μέγαν Πετραῖον ἰδ’ Ἄσβολον οἰωνιστὴν
Ἄρκτον τ’ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα
καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε,
ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.
καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες
190
 
ἔγχεσιν ἠδ’ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο.
 Ἐν δ’ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι
χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης,
αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων,
αἵματι φοινικόεις ὡς εἰ ζωοὺς ἐναρίζων,
195
 
δίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τε
ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.
 Ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια,
τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν,
ἔγχος ἔχουσ’ ἐν χειρὶ †χρυσέην τε τρυφάλειαν
200
 
αἰγίδα τ’ ἀμφ’ ὤμοις· ἐπὶ δ’ ᾤχετο φύλοπιν αἰνήν.
 Ἐν δ’ ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δ’ ἄρα μέσσῳ
ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς
χρυσείῃ φόρμιγγι· [θεῶν δ’ ἕδος ἁγνὸς Ὄλυμπος·
ἐν δ’ ἀγορή, περὶ δ’ ὄλβος ἀπείριτος ἐστεφάνωτο
205
 
ἀθανάτων ἐν ἀγῶνι·] θεαὶ δ’ ἐξῆρχον ἀοιδῆς
Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι.
 Ἐν δὲ λιμὴν εὔορμος ἀμαιμακέτοιο θαλάσσης
κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο
κλυζομένῳ ἴκελος· [πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ
210
 
δελφῖνες τῇ καὶ τῇ ἐθύνεον ἰχθυάοντες
νηχομένοις ἴκελοι·] δοιὼ δ’ ἀναφυσιόωντες
ἀργύρεοι δελφῖνες ἐφοίβεον ἔλλοπας ἰχθῦς.
τῶν δ’ ὕπο χάλκειοι τρέον ἰχθύες· αὐτὰρ ἐπ’ ἀκτῆς
ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος, εἶχε δὲ χερσὶν
215
 
ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς.
 Ἐν δ’ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,
οὔτ’ ἄρ’ ἐπιψαύων σάκεος ποσὶν οὔθ’ ἑκὰς αὐτοῦ,
θαῦμα μέγα φράσσασθ’, ἐπεὶ οὐδαμῇ ἐστήρικτο.
τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις,
220
 
χρύσεον· ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα·
ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο
χαλκέου ἐκ τελαμῶνος· ὃ δ’ ὥς τε νόημ’ ἐποτᾶτο·
πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου,
Γοργοῦς· ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι,
225
 
ἀργυρέη· θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ
χρύσειοι· δεινὴ δὲ περὶ κροτάφοισι ἄνακτος
κεῖτ’ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.
αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς
Περσεὺς Δαναΐδης ἐτιταίνετο· ταὶ δὲ μετ’ αὐτὸν
230
 
Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο
ἱέμεναι μαπέειν· ἐπὶ δὲ χλωροῦ ἀδάμαντος
βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ
ὀξέα καὶ λιγέως· ἐπὶ δὲ ζώνῃσι δράκοντε
δοιὼ ἀπῃωρεῦντ’ ἐπικυρτώοντε κάρηνα·
235
 
λίχμαζον δ’ ἄρα τώ γε, μένει δ’ ἐχάρασσον ὀδόντας
ἄγρια δερκομένω· ἐπὶ δὲ δεινοῖσι καρήνοις
Γοργείοις ἐδονεῖτο μέγας φόβος. οἳ δ’ ὑπὲρ αὐτέων
ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχε’ ἔχοντες,
τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων
240
 
λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες.
πολλοὶ μὲν κέατο, πλέονες δ’ ἔτι δῆριν ἔχοντες
μάρνανθ’. αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων
χαλκέων ὀξὺ βόων, κατὰ δ’ ἐδρύπτοντο παρειάς,
ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.
245
 
ἄνδρες δ’ οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν
ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι
χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι
δειδιότες· τοὶ δ’ αὖτε μάχην ἔχον. αἳ δὲ μετ’ αὐτοὺς
Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,
250
 
δεινωποὶ βλοσυροί τε δαφοινοί τ’ ἄπλητοί τε
δῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δ’ ἄρ’ ἵεντο
αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν
κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ
βάλλ‹ον ὁμῶς› ὄνυχας μεγάλους, ψυχὴ δὲ [Ἄιδόσδε] κατῇεν
255
 
Τάρταρον ἐς κρυόενθ’· αἳ δὲ φρένας εὖτ’ ἀρέσαντο
αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω,
ἂψ δ’ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.

BOOK: Delphi Complete Works of Hesiod (Illustrated) (Delphi Ancient Classics)
11.43Mb size Format: txt, pdf, ePub
ads

Other books

Gypsy Hearts by Lisa Mondello
Unknown by Unknown
Heaven and Hellsbane by Paige Cuccaro
THE POLITICS OF PLEASURE by Mark Russell
Billy Wizard by Chris Priestley
Durbar by Singh, Tavleen